De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

ὁ μέντοι πεπονθὼϲ τόποϲ 5 καταπλαϲϲέϲθω θριδακίνηϲ καρπῷ μετὰ λινοϲπέρμου καὶ θύμβρᾳ καὶ ἀγρίῳ πηγάνῳ ἢ ἡμέρῳ καὶ ἑρπύλλῳ ϲὺν ἀϲφοδέλῳ λελειωμένοιϲ· τροφαῖϲ δὲ εὐχύλοιϲ χρῆϲθαι. ὡϲ δὲ ἐν ἄλλ ῳ ηὗρον, ἐπικοινωνεῖ πωϲ ἡ θεραπεία καὶ τὰ βοηθήματα ἐπὶ κεράϲτου καὶ ἀμμοδύτου καὶ ϲηπόϲ· ὅμοια γὰρ καὶ τὰ ϲυμπτώματα τῶν τριῶν εἰδῶν.

πρὸϲ δὲ 6 τοῖϲ προειρημένοιϲ ποιεῖ καὶ ἡ ἀρτεμιϲία βοτάνη ὅϲον ⋖ α τοῦ χυλοῦ μεθ’ ὕδατοϲ γ ἢ δ πινομένη· καὶ ἡ Μιθριδάτειοϲ δὲ. εἰ παρείη, ἀντίδοτοϲ προϲενεκτέα.

χρῆϲθαι δὲ καὶ ταῖϲ προγεγραμ 7 μένοιϲ, μάλιϲτα τῆ διὰ κενταυρίου χυλοῦ καὶ ὀποῦ Κυρηναικοῦ. ποιεῖ δὲ καὶ τὸ μέλαν ξηρὸν τοῖϲ ἕλκεϲιν ἐπιτιθέμενον, καὶ φακὸϲ ἑφθὸϲ λεῖοϲ μετὰ μέλιτοϲ καὶ ϲιδίων καταπλαττόμενοϲ, καὶ ὅϲα πρὸϲ νομὰϲ ἁρμόζουϲιν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μυάγρου παρακολουθεῖ, καὶ τοῖϲ αὐτοῖϲ θεραπεύεται.

ὁ δὲ λεγόμενοϲ ϲὴψ κατὰ μὲν τὸ μέγεθοϲ εὺρίϲκεται πηχῶν δύο, 1 ἐκ πάχουϲ δὲ ἐπὶ λεπτὸν ἦκται. ἔϲτι δὲ οὐτοϲ εὐθύποροϲ καὶ βραδύποροϲ, τὴν δὲ κεφαλὴν ἔχει πλατεῖαν, ϲτόμα δὲ ἄποξυ· κατέρρανται δὲ καθ’ ὅλον τὸ ϲῶμα ϲτιγμαῖϲ λευκαῖϲ. ϲυμβαίνει δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν ἀπὸ μὲν τῶν τρήϲεων ἐμφανῶν οὐϲῶν αἰμα ἐκκρίνεϲθαι, καὶ μετ’ ὀλίγον ίχῶρα δυϲώδη, οἴδημά τε καὶ ἄλγημα νωθρόν.