De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

ἡ δὲ διψὰϲ καλεῖται ὑπ’ ἐνίων θηριακῶν καύϲων ὄφιϲ. ἔϲτι δὲ κατὰ τὸ μέγεθοϲ πήχεοϲ ἑνόϲ, ἐκ παχέοϲ ἐπὶ λεπτὸν ἠγμένη· περιἐρρανται δὲ καθ’ ὅλον τὸ ϲῶμα μελαίναιϲ ϲτιγμαῖϲ καὶ κιρραῖϲ, ἔχει δὲ τὴν κεφαλὴν ϲτενοτάτην.

2 τοῖϲ δὲ δηχθεῖϲιν ὑπ’ αὐτῆϲ παρέπεται ἃμα τῇ δήξει οἴδημα, φλεγμονὴ ἀντίτυποϲ. κοινὰ μὲν οὖν ταῦτα καὶ ἄλλοιϲ --- διὰ δὲ ταῦτα ὀρεκτικώτεροϲ ὁ πάϲχων γίνεται πολ καυϲούμενοϲ, πλείονοϲ δὲ μεταλαμβάνων ποτοῦ, οὐδὲν ἐκκρίνει οὔτε δι’ οὔρων οὔτε δι’ ἱδρώτων οὔτε δι’ ἐμέτων. ἀπόλλυνται οὖν κατὰ δύο αἰτίαϲ, ἢ δίψῃ πολλῇ πιεζόμενοι, εἰ μὴ λαμβάνοιεν ποτόν, ἢ λαμβάνοντεϲ ποτὸν ἀπὸ πολλῆϲ πληρώϲεωϲ ἢ κατὰ τοὺϲ βουβῶναϲ κάτω ἢ πρὸϲ τῷ ἐπιγαϲτρίῳ ὡϲ ἐπὶ ὑδρωπικῶν τῶν καθ’ ὑπέρχυϲιν ῥηγνυμένων.