De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 παραδίδωϲιν δὲ ἡμῖν ὁ αὐτὸϲ Ἀπολλώνιοϲ ἐν τοῖϲ Εὐπορίϲτοιϲ βοηθήματα πρὸϲ πρηϲτῆραϲ καὶ ἕρπηταϲ· οὐχ ηὗρον δὲ παρὰ τοῖϲ θηριακοῖϲ τὰ γένη ταῦτα τῶν ζῴων, μόνα δὲ τὰ βοηθήματα ὑπογράψω, ὡϲ ηὗρον παρὰ τῷ Ἀπολλωνίῳ.

2 ἔϲτι δὲ τάδε· πρὸϲ μὲν πρηϲτῆραϲ ἀδράχνῃ καὶ ἀλφίτοιϲ καταπλάϲϲειν, ἢ ἀμπέλου φύλλα ἑφθὰ μετὰ μέλιτοϲ, ἐϲθίειν δὲ τάριχον ὠμὸν καὶ πίνειν ἀκρατέϲτερον οἶνον καὶ κελεύειν ἐμεῖν. πρὸϲ δὲ ἕρπηταϲ τὸ μὲν δῆγμα καταντλητέον ὕδατι πολλῷ θερμῷ, καταπλαϲτέον δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὄξουϲ ἡψημένου, ποτιϲτέον δὲ οἴνῳ κεκραμένῳ ἢ ὄξει.