De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

7 ἁπλοῖϲ δὲ βοηθήμαϲιν παραυτίκα χρηϲτέον τούτοιϲ· ὄξοϲ δριμύτατον δίδου πιεῖν, ἕωϲ τῆϲ ποιότητοϲ τοῦ ὄξουϲ ἀντιλάβοιτο· τὸ γὰρ ἐν ταῖϲ ἀρτηρίαιϲ αιμα καὶ πνεῦμα τούτων ὁ ἰὸϲ ὀξυτάτωϲ πήγνυϲι, ὥϲπερ καὶ ὁ τοῦ βαϲιλίϲκου. κατὰ δὲ τῆϲ πληγῆϲ ἐπιτίθει κενταύριον ϲὺν ϲμύρνῃ καὶ ὀπίῳ ϲυλλεάναϲ. ἄλλο· ϲίναπι μετὰ λινοϲπέρμου ϲὺν ὄξει λεάναϲ ἐπίθεϲ.

8 εἰϲ δὲ τὸ γνῶναι, εἰ ζήϲεται ὁ πεπληγμένοϲ, κενταύριον λεάναϲ μετ’ οἴνου δίδου· ἐὰν ἐμέϲῃ τὸ φάρμακον, ἀποθανεῖται, εἰ δὲ μή, ϲψζεται. εἰϲ δὲ τὸ ἀπερᾶϲαι τὴν ἐκ τῆϲ ἀντιδόϲεωϲ φαυλότητα καὶ τροπὴν τὴν ἐν τῷ ϲτομάχῳ ϲκόρδα λεάναϲ δίδου μετὰ ζύθου, ἕωϲ ὑποναύϲιοϲ γένηται, ἢ ὀποπάνακα δίδου ἐν κράματι, καὶ παραχρῆμα ἐνεργήϲει.