De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

5 ‘καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ’· χρόα ἀτρόπιοϲ καὶ χλοανθήϲ, καρδιωγμὸϲ ὀλίγοϲ, μέτωπον δὲ ϲυνεχῶϲ ἀναϲπᾶται, βλέφαρα ἀκινητεῖ μετὰ ἀναιϲθηϲίαϲ ὁμοίωϲ ὕπνῳ, κἂν τούτοιϲ ὁ θάνατοϲ ϲυναναιρει. μηδὲ τρίτον ἡμέραϲ διαλιπών.

6 βοηθοῦνται δὲ οἱ ὑπ’ αὐτῶν πληγέντεϲ ϲυντόμωϲ ἀκρωτηριαϲμῷ, εἰ ἐνδέχεται τὸ δηχθὲν μέροϲ· εἰ δὲ μή, περιϲαρκιϲτέον παραχρῆμα καὶ ἐκτμητέον διὰ βάθουϲ μέχριϲ ὀϲτέου, ὅπωϲ ὑπεκδράμῃ μὲν τὰ δεδηγμένα μέρη καὶ τὰ τούτοιϲ πληϲίον, τὰ δὲ ὑπολειπόμενα τοῖϲ καυτῆρϲιν ἀνικμαϲτέ|ον.