De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

τὸ μὲν οὑν ῥογίον 2 ϲχήματι ϲτρογγύλον ἐϲτί, χρώματι δὲ μέλαν ὡμοίωται γὰρ ῥαγὶ. ϲταφυλῆϲ μελαίνηϲ —, πόδαϲ δὲ ἔχει ἕξ ἐξ ἑκατέρου μέρουϲ μικροτάτουϲ, τὸ δὲ ϲτόμα ὑπὸ τὴν κοιλίαν. ὁ δὲ λύκοϲ δεύτεροϲ ἐν τοῖϲ. ἀραχνίοιϲ διατρίβων εὺρίϲκεται καὶ ἐπιλαμβανόμενοϲ τῶν μυιῶν καὶ ἐϲθίων αὐτάϲ, ϲῶμα δὲ ἔχει πλατύ, περιφερέϲ, τὰ δὲ κατὰ τὸν αὐχένα αὐτοῦ μερη ἐγκεχάρακται, ἀπὸ δὲ τοῦ ϲτόματοϲ ἀποφύϲειϲ ἔχει λείαϲ τρεῖϲ.

τὸ δὲ μυρμήκιον τρίτον ᾶν ὡμοίωται μύρμηκι μεγάλῳ, αἰθαλῶδεϲ 3 κατὰ χρόαν· ἐντετύπωται δέ τινα ἐν τῷ ϲώματι αὐτοῦ ὡϲ ἄϲτρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα, ὡϲ καὶ Nίκανδροϲ (Τh. 748) μἀρτυρεῖ οὕτωϲ·

  • πυρόειν, ἄζῃ γε μὲν εἴϲατο μορφήν,
  • πάντοθεν ἀϲτερόεντι περιϲτιγὲϲ εὐρέι νώτῳ.
  • τὸ ϲκληροκέφαλον δὲ τέταρτον ἄν κεφαλὴν ἔχει πετρώδη καὶ 4 ἀπόϲκληρον, καὶ καθ’ ὅλον τὸ ϲῶμα περιγέγραπται ἐμφερῶϲ τοῖϲ ἐψοιϲ ἐκείνοιϲ τοῖϲ περιιπταμένοιϲ περὶ τοὺϲ λύχνουϲ. τὸ δὲ ϲκωλήκιον πέμπτον ἐπίμηκεϲ καὶ ὑπόϲπιλον, καὶ μάλιϲτα κατὰ τὴν κεφαλήν.

    τὸ δὲ ἕκτον κρανοκολάπτηϲ· τοῦτο ὑπόμηκέϲ ἐϲτι καὶ ἔγχλω 5 ρον, τὸ δὲ κέντρον ἔχει ὑπὸ τὸν τράχηλον· τοῦτο προϲπῖπτον τοὺϲ κατὰ τὴν κεφαλὴν πλῃϲϲει τόπουϲ.

    τὰ μὲν οὑν εἴδη τῶν φαλαγγίων ταῦτα, τὰ δὲ παρακολουθοῦντα τοῖϲ 6 πεπληγόϲιν ὑπ’ αὐτῶνκοινά· τὸδὲδῆγμα λεπτὸνκαὶ δυϲθεώρητον, οἴδημα, πελίωμα, τιϲὶν δὲ καὶ ἐρύθημα, ψχοϲ περὶ γόνατα καὶ ὀϲφὺν καὶ ὠμοπλάταϲ· ἔϲτι δὲ ὅτε ϲκαὶ καθ’ ὅλον τὸ ϲῶμα βάροϲ ἐϲτίν, ἔτι τε πόνοϲ ϲύντονοϲ, τρόμοϲ, ὠχρίαϲιϲ, ἀγρυπνία, τιϲὶν δὲ καὶ ἔνταϲιϲ καυλοῦ

    καὶ κνηϲμὸϲ περὶ τὴν πληγήν, ἐνίοτε δὲ καὶ περὶ τὰϲ κνήμαϲ, ὀμματα 7 ἕνυγρα καὶ δακρύοντα καὶ κοῖλα διὰ τὸ τὴν κοιλίαν ἀνωμάλωϲ ἐπῆρθαι. οἰδεῖ ὅλον τὸ ϲῶμα πρόϲωπόν τε καὶ μάλιϲτα τὰ περὶ τὴν γλῶτταν, ἀϲάφειά τε γίνεται φράϲεωϲ, τιϲὶν δὲ καὶ δυϲουρία, ἐμεῖν [*](21 SIM Ael. Pr. l. s.) [*](29 SIM Ps. D. 4 (66) Paul. Aeρ. V 6: D Theoph. Nonn. 270.) [*](3 ὀμοίωται (sentper) P: correxi 4 ἕξ addid. ex Ael. apat. rel. P 5 fort δεύτεροϲ ὧν, nisi praestat ό δὲ λύκοϲ λεγόμενοϲ coll. Ael. 6 καὶ addidi ex Aet. τ κατὰ τὸν αὐχένα Aet.: καταταυχένα P 9 τρεῖϲ] γ τρί- τον] P 10 τὴν χρόαν Aet. 11 τὰ addidi ex Aet. 12 πυροειϲαξη P: correxi e Nic. 13 πάντοθε δ’ ἀϲτερόεντι O. Schneider 14 δ ητερωδη P: correxi coll. Aet. τὸ δὲ πέμπτον, ϲκληροκέφαλον λεγόμενον, κεφαλὴν ἔχει πε- τρώδη 15 καὶ addidi ex Aet. ἐμφερἑϲ P: coriexi 16 τοῖϲ addidi ex Aet. 17 ε P fort. πέμπτον ὄν 18 ?? P 21 εἴδη Aet.: ἤδη P 22 δὲ fort. delendum 24 καὶ addidi 25 ϲύντονοϲ, τρόμοϲ Aet ϲυν- τρομοϲ P 27 δάκρυον P: correxi: ὀφθαλμοὶ ἔνυγροι καὶ δακρύοντεϲ A 28 τε Aet.: δὲ P 29 καὶ addidi: ex Aet ἐμεῖν P: ἔμετοϲ Aet., fort. recte)

    20
    [*](15 7) ὑδατώδη, ἀραχνίοιϲ ὅμοια, ἔϲτι δὲ ὅτε δι᾿ οὕρων καὶ κατὰ κοιλίαν

    8 τὰ αὐτὰ ἀποκρίνεται· πολλάκιϲ καὶ τρόμοϲ δι᾿ ὅλου τοῦ ϲώματοϲ, καὶ ϲύνταϲιϲ περὶ τὰϲ ίγνύαϲ ἐοικυῖα ϲπαϲμῷ, καὶ περὶ τὸν ϲτόμαχον δηγμὸϲ ίϲχυρόϲ, καὶ ψυχρὸϲ ἱδρὼϲ καθ᾿ ὅλην τὴν ἐπιφάνειαν ἐκκρίνεται. ϲυμβαίνει δὲ καθιεμένουϲ εἰϲ θερμὸν ἀπόνουϲ γίνεϲθαι, μετά δὲ τὴν ἐξαίρεϲιν ϲυντόνωϲ ἀλγεῖν, τοῖϲ δὲ πρεϲβυτέροιϲ ἐφ᾿ ἱκανὸν τὰ μόρια χαλαϲθαι καὶ μὴ ἐντείνεϲθαι.

    9 κοινὰ μὲν οὑν ταῦτα παρέπεται· τιϲὶν δὲ καὶ κεφαλὴν ἀλγεῖν καὶ ϲκοτοῦϲθαι, κρανοκολάπτου δὲ πλήξαντοϲ ῥῖγοϲ ϲύντονον, ὡϲ παρακόπτειν, καρδιαλγεῖν, ῥιπτάζεϲθαι.

    10 βοηθοῦνται δὲ πάντεϲ οἱ φαλαγγιόδηκτοι λουτρῷ ϲυνεχεῖ θερμῳ· καταντλεῖν δὲ δεῖ τὴν πληγὴν ἀφεψήματι τριφύλλου καὶ ἐλαίου θερμοῦ. ἐπιτίθει δὲ τέφραν ϲυκίνην ϲυν ἁλϲὶν λείοιϲ μετ᾿ οἴνου φυράϲαϲ, ἡ ἀριϲτολοχίαν ϲυν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεύϲαϲ.

    11 κατάντλει δὲ θερμοτερᾳ θαλάϲϲῃ ἢ ἅλμῃ τὰ ἕλκη, ἢ μελιϲϲοφύλλου ἀφεψήματι — ταύτηϲ δὲ καὶ τὰ φύλλα ἐπιπλάϲϲειν —, ἡ βολβοῖϲ ἡ πολυγόνῳ ή πράϲοιϲ ἢ πιτύροιϲ ἀνεζεϲμένοιϲ ὄξει ἡ κριθίνοιϲ ἀλεύροιϲ ϲυγκαθηψημενων φύλλων δάφνηϲ ϲὺν οἴνῳ, ἡ ϲπόγγον καινὸν εἰϲ ὄξοϲ ἀποβάπτων πυρία τὴν πληγήν.

    12 πότιζε δὲ ἀεροτόνου τὸ ϲπέρμα καὶ ἄνη θον καὶ ἀριϲτολοχίαν καὶ ἐρέβινθον ἄγριον καὶ κύμινον Αἰθιοπικὸν καὶ κεδρίδαϲ λείαϲ καὶ πλατάνου φλοιὸν καὶ τὸ ϲπέρμα τῆϲ τριφύλλου πόαϲ, ἑκάϲτου κατ᾿ ἰδίαν δίδοται ⩹ β μετ᾿ οἴνου ӄ ᾱ·

    13 ὡϲαύτωϲ δὲ καὶ μυρίκηϲ ὁ καρπὸϲ καὶ χαμαιπίτυοϲ καὶ τῶν χλωρῶν τῆϲ κυπαρίϲϲου ϲφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ᾿ οἴνου, ἢ πυρέθρου λείου ⩹ ᾱ ὁμοίωϲ πινομένη.