Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ταῦτα λέγων ὑποδεχθῆναι καὶ δύο Περσῶν εῖς τὰ σκάφη παρεκάλει, πρόφασιν ὡς εἰς Ἐλεφαντίνην ἀφιξομένους, καὶ εἴπερ οἱ κατ̓ αὐτὴν συνενδιδοῖεν εἰς τὸ δουλεύειν, οὐδὲ αὐτὸς ἔτι μελλήσων. ταῦτα ἀκούσαντες οἱ πρεσβεῖς ἐπανῄεσαν, ἅμα καὶ δύο Περσῶν ἀναλαβόντες, πρός τε τὸν Ὑδάσπην ἅπαντα ἀπήγγελλον. ὃ δ̓ ὑπογελάσας, καὶ πολλὰ τῆς ἀβελτηρίας τὸν Ὀροονδάτην ἐπιμεμψάμενος, εἰ περὶ τῶν ἴσων διαλέγεται ἄνθρωπος ἐπ̓ ἄλλῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι καὶ τεθνάναι σαλεύων, εὔηθες, ἔφη, τὴν ἑνὸς ἄνοιαν τοσούτοις ἐπαγαγεῖν ἀπώλειαν. καὶ τούς τε ἀπεσταλμένους παρὰ τοῦ Ὀροονδάτου βαδίζειν εἰς τὴν Ἐλεφαντίνην ἐπέτρεπεν, ὡς οὐδεμιᾶς ὂν φροντίδος εἰ κἀκεῖνοί τι πρὸς ἀντίστασιν βουλεύσειαν, καὶ τῶν ἰδίων τοὺς μὲν ἐμφράττειν τὸ διορυγὲν τοῦ Νείλου στόμιον, τοὺς δὲ ὥστε ἕτερον κατὰ τὸ χῶμα ἐκτέμνειν ἀπεκλήρωσεν, ὡς τῆς τε ἐπιρροῆς κωλυομένης καὶ τῆς λιμναζούσης πρὸς τῆς ἐκροῆς κενουμένης θᾶττον ἀναψῦξαι τὰ περὶ τὴν Συήνην καὶ εἰς τὸ βάσιμον ἐξικμασθῆναι.

οἱ μὲν δὴ ταῦτα προσταχθέντες, μικρὰ τοῦ ἔργου κατάρξαντες, εἰς τὴν ἑξῆς ἐπιτελέσειν ἔμελλον, ἑσπέρας αὐτίκα καὶ νυκτὸς προσφάτοις τοῖς προστάγμασιν ἐπιγενομένης:

οἱ δὲ κατὰ τὸ ἄστυ τῆς ἐν χερσὶ καὶ δυνατῆς βοηθείας οὐ μεθίεντο, τὴν καὶ παῤ ἐλπίδα ἐνδεχομένην σωτηρίαν οὐκ ἀπογινώσκοντες, ἄλλοι τε τὸν ὑπόγειον αὐλῶνα διορύττοντες ἤδη τοῖς, χώμασι πλησιάζειν ἐῴκεσαν, τὸ ἀπὸ τοῦ τείχους ἐπὶ τὸ χῶμα ταῖς ὄψεσιν ὑποπῖπτον διάστημα σχοίνῳ κατὰ τὸ ὄρυγμα

p.253
συμμετρούμενοι, καὶ τὸ πεπτωκὸς ἕτεροι τοῦ τείχους ὑπὸ λαμπτῆρσιν ἀνήγειρον. ἦν δὲ ἡ οἰκοδομὴ ῥᾳδία, τῶν λίθων εἰς τὸ ἐντὸς κατὰ τὴν πτῶσιν κυλινδηθέντων. ἐπεὶ δὲ ἀσφαλῶς ἔχειν τὸ παρὸν ᾠήθησαν, οὐδὲ τότε ἀθορύβως διῆγον, ἀλλὰ κατὰ μέσας που νύκτας μέρος τι τοῦ χώματος, καθ̓ ὃ τῆς ἑσπέρας οἱ Αἰθίοπες τοῦ διορύττειν ἐφήψαντο, εἴτε τῆς γῆς κατ̓ ἐκεῖνο χαύνου τε καὶ ἀκροτήτου σωρευθείσης εἶξε τὸ ὑποκείμενον διάβροχον γεγενημένον, εἴτε καὶ τῶν ὑπορυττόντων συνενδοῦναι πρὸς τὸ κενὸν τῷ ὑποκειμένῳ παρασχόντων, ἢ καὶ τοῦ πρὸς βραχὺ διορυγέντος ταπεινοτέρου τῶν ἐργαζομένων ἐπιλαβόντος, ἐπίκλυσις αὐξομένου διὰ νυκτὸς ἐγένετο τοῦ ὕδατος, καὶ τοῦ ῥαγέντος ἅπαξ ὁδοποιοῦντος ἔλαθε βαθυνόμενον, εἴτε καὶ δαιμονίας ἐπικουρίας θείη τις τὸ ἔργον, παρὰ δόξαν ἐκρήγνυται. καὶ τοσοῦτος ἦχος καὶ δοῦπος ἀπετελέσθη, διὰ τῆς ἀκοῆς τὴν διάνοιαν ἐκδειμαίνων, ὡς τὸ μὲν συμβὰν ἀγνοεῖν, μέρος δὲ τὸ πλεῖστον τῶν τειχῶν καὶ τῆς πόλεως ὑπενηνέχθαι τούς τε Αἰθίοπας καὶ αὐτοὺς Συηναίους ὑποπτεύειν. ἀλλ̓ οἳ μὲν ἐν τῷ ἀσφαλεῖ διάγοντες ἐφ̓ ἡσυχίας ηὐλίζοντο, ὡς εἰς ἕω τὸ σαφὲς εἰσόμενοι: οἱ δὲ κατὰ τὴν πόλιν πάντῃ τὸ τεῖχος καὶ εἰς κύκλον περιέθεον, τὸ μὲν καθ̓ ἑαυτοὺς ἕκαστοι σῶον ὁρῶντες, ἄλλοι δὲ παῤ ἄλλοις γεγενῆσθαι τὸ πάθος εἰκάζοντες, ἄχρι δὴ τὸ φῶς ἐπιγενόμενον τὴν ἀχλὺν τῶν ἀμφιβαλλομένων δεινῶν παρέλυσε, τοῦ τε ῥήγματος ἀπόπτου γενομένου καὶ τοῦ ὕδατος ἀθρόον ὑπονοστήσαντος. ἤδη γὰρ καὶ οἱ Αἰθίοπες τὸ ἐποχετεῦον στόμιον ἔφραττον, καταρράκτας τε ἐκ σανίδων συνηρμοσμένων καθιέντες, καὶ ξύλων παχέσι κορμοῖς ἔκτοσθεν διερείδοντες, χοῦν τε ἅμα καὶ φρυγανίτιδα ὕλην συνδέοντες, καὶ πολλαὶ χιλιάδες ἀθρόον, οἳ μὲν ἀπὸ τῆς ὄχθης οἳ δὲ καὶ ἐκ
p.254
πορθμείων, ἐπιφοροῦντες. οὕτω μὲν δὴ τὸ ὕδωρ ὑπενόστησεν. ἦν δὲ οὐδ̓ ὣς πορευτέα παῤ ἀλλήλους οὐδετέροις: ἰλύος γὰρ βαθείας ἡ γῆ κατάπλεως ἐγεγόνει, καὶ τὴν ἐπιφάνειαν ἐξικμάσθαι φαινομένην τέλμα δίυγρον ὑπέτρεχεν, ἵππου τε ὁμοίως καὶ ἀνδρὸς βάσιν εἰς βυθισμὸν ἐνεδρεῦον.

ἡμέρας μὲν δὴ δύο που καὶ τρεῖς οὕτω διῆγον, ἠνεῳγμέναις μὲν ταῖς πύλαις οἱ Συηναῖοι, ὅπλοις δὲ ἀποκειμένοις οἱ Αἰθίοπες τὴν εἰρήνην ἐπισημαίνοντες. καὶ ἦν τὸ γινόμενον ἀνακωχή τις ἀνεπίμικτος, οὔτε φρουρᾶς ἔτι παῤ οὐδετέροις σπουδαζομένης, καὶ πλέον τῶν κατὰ τὴν πόλιν εὐπαθείαις ἑαυτοὺς ἐκδεδωκότων. καὶ γάρ πως συνέπεσε καὶ τὰ Νειλῷα τότε, τὴν μεγίστην παῤ Αἰγυπτίοις ἑορτήν, ἐνεστηκέναι, κατὰ τροπὰς μὲν τὰς θερινὰς μάλιστα καὶ ὅτε ἀρχὴν τῆς αὐξήσεως ὁ ποταμὸς ἐμφαίνει τελουμένην, ὑπὲρ πάσας δὲ τὰς ἄλλας πρὸς Αἰγυπτίων σπουδαζομένην δἰ αἰτίαν τοιάνδε. θεοπλαστοῦσι τὸν Νεῖλον Αἰγύπτιοι, καὶ κρειττόνων τὸν μέγιστον ἄγουσιν, ἀντίμιμον οὐρανοῦ τὸν ποταμὸν σεμνηγοροῦντες, οἷα δὴ δίχα νεφώσεων καὶ ὑετῶν ἀερίων τὴν ἀρουμένην αὐτοῖς ἄρδοντα καὶ εἰς ἔτος ἀεὶ τεταγμένως ἐπομβρίζοντα. καὶ ταύτῃ μὲν ὁ πολὺς λεώς: ἃ δὲ ἐκθειάζουσιν, ἐκεῖνα. τοῦ εἶναι καὶ ζῆν ἀνθρώπους τὴν ὑγρᾶς τε καὶ ξηρᾶς οὐσίας σύνοδον αἰτίαν μάλιστα νομίζουσι, τὰ ἄλλα στὁ??ʼχεῖα τούτοις συνυπάρχειν τε καὶ συναναφαίνεσθαι λέγοντες, καὶ τὴν μὲν ὑγρὰν τὸν Νεῖλον, θατέραν δὲ τὴν γῆν τὴν αὑτῶν ἐμφαίνειν. καὶ ταυτὶ μὲν δημοσιεύουσι, πρὸς δὲ τοὺς μύστας Ἶσιν τὴν γῆν καὶ Ὄσιριν τὸν Νεῖλον καταγγέλλουσι, τὰ πράγματα τοῖς ὀνόμασι μεταλαμβάνοντες. ποθεῖ γοῦν ἀπόντα ἡ θεὸς καὶ χαίρει συνόντι, καὶ μὴ φαινόμενον αὖθις θρηνεῖ, καὶ ὡς δή τινα πολέμιον τὸν Τυφῶνα ἐχθραίνει,

p.255
φυσικῶν τινῶν, οἶμαι, ἀνδρῶν καὶ θεολόγων πρὸς μὲν τοὺς βεβήλους τὰς ἐγκατεσπαρμένας τούτοις ὑπονοίας μὴ παραγυμνούντων, ἀλλ̓ ἐν εἴδει μύθου προκατηχούντων, τοὺς δὲ ἐποπτικωτέρους καὶ ἀνακτόρων ἐντὸς τῇ πυρφόρῳ τῶν ὄντων λαμπάδι φανότερον τελούντων.

τοῦτό τοι καὶ ἡμῖν εὐμένεια μὲν εἴη τῶν εἰρημένων, τὰ μυστικώτερα δὲ ἀρρήτῳ σιγῇ τετιμήσθω, τῶν κατὰ Συήνην ἑξῆς περαινομένων. τῆς γὰρ δὴ τῶν Νειλῴων ἑορτῆς ἐνεστηκυίας οἱ μὲν ἐγχώριοι πρὸς θυσίαις τε καὶ τελεταῖς ἦσαν, τοῖς μὲν σώμασι τοῖς περιεστηκόσι δεινοῖς κάμνοντες, ταῖς ψυχαῖς δὲ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐκ τῶν ἐνόντων οὐκ ἀμνημονοῦντες: ὁ δὲ Ὀροονδάτης μέσας νύκτας ἐπιτηρήσας, πρὸς ὕπνον βαθὺν τῶν Συηναίων ἀπὸ τῆς εὐωχίας τετραμμένων, ὑπεξάγει τὸν στρατόν, ὥραν τε μίαν καὶ πύλην, καθ̓ ἣν ἔδει ποιήσασθαι τὴν ἔξοδον, κρύφα τοῖς Πέρσαις προπαραγγείλας. ἐπέσταλτο δὲ ἑκάστῳ δεκαδάρχῃ ἵππους μὲν καὶ ὑποζύγια κατὰ χώραν ἐᾶν, πρός τε δυσχερείας ἀπαλλαγήν, καὶ τοῦ μή τινα πρὸς τὸν τάραχον αἴσθησιν γενέσθαι τῶν δρωμένων, τὰ ὅπλα δὲ ἀναλαβόντας μόνα καὶ δοκίδα ἢ σανίδα πορισαμένους ἐπάγεσθαι.

ἐπεὶ δὲ ἠθροίσθησαν καθ̓ ἣν προείρητο πύλην, ἐγκάρσια τῷ πηλῷ τὰ ξύλα, ἅπερ ἑκάστη δεκὰς ἐπήχθιστο, ἐπιβάλλων καὶ ἀλλήλων ἐχόμενα συντιθείς, τῶν κατόπιν ἀεὶ τοῖς ἡγουμένοις μεταδιδόντων, οἷον διὰ ζεύγματος ῥᾷστά τε καὶ τάχιστα διεβίβασε τὸ πλῆθος. καὶ λαβόμενος τῆς ἐστερεωμένης, τούς τε Αἰθίοπας οὐδὲν προϊδομένους οὐδὲ φροντίδα τῆς φυλακῆς πεποιημένους, ἀλλ̓ ἀπρονοήτως καθεύδοντας, διαλαθών, ἐπὶ τὴν Ἐλεφαντίνην, ὡς δρόμου τε εἶχε καὶ ἄσθματος, καθ̓ ἓν τὸν στρατὸν ἦγεν, ἀκώλυτός τε εἰσέφρησεν εἰς τὴν πόλιν,

p.256
τῶν ἐκ τῆς Συήνης προαπεσταλμένων δύο Περσῶν, οὕτω πρὸς αὐτοὺς συντεταγμένον, ἐπιτηρούντων ὅσαι νύκτες τὴν ἔφοδον, κἀπειδὴ τὸ συγκείμενον ἀνεφθέγξαντο σύμβολον, παραχρῆμα τὰς πύλας ἀναπετασάντων.

ἤδη δὲ ἡμέρας ὑποφαινούσης οἱ Συηναῖοι τὸν δρασμὸν ἐγνώριζον, τὰ μὲν πρῶτα κατ̓ οἶκον τὸν ἴδιον ἕκαστος τοὺς ἐπεξενωμένους Περσῶν οὐχ ὁρῶντες, εἶτα καὶ κατὰ συλλόγους συνιστάμενοι, καὶ τέλος καὶ τὸ ζεῦγμα ἐποπτεύοντες. αὖθις οὖν εἰς ἀγωνίαν καθίσταντο, καὶ δευτέρων ἀδικημάτων ἔγκλημα προσεδέχοντο βαρύτερον ὡς ἐπὶ φιλανθρωπίᾳ τοσαύτη γεγονότες ἄπιστοι καὶ τὸν δρασμὸν τοῖς Πέρσαις συνεργήσαντες. ἔγνωσαν οὖν πανδημεὶ τῆς πόλεως ἐξορμήσαντες ἐγχειρίζειν τε ἑαυτοὺς τοῖς Αἰθίοψι καὶ ὅρκοις πιστοῦσθαι τὴν ἄγνοιαν, εἴ πως εἰς ἔλεον ἐπικλασθεῖεν. ἀθροίσαντες οὖν πᾶσαν ἡλικίαν, καὶ κλάδους εἰς ἱκετηρίαν ἀναλαβόντες, κηρούς τε καὶ δᾷδας ἁψάμενοι, καὶ τὰ ἱερὰ γένη καὶ ἕδη τῶν θεῶν ὥσπερ κηρύκεια προβεβλημένοι, διά τε τοῦ ζεύγματος ὡς τοὺς Αἰθίοπας ἐλθόντες ἱκέται πόρρωθεν γονυπεσοῦντες ἐκάθηντο, καὶ ὑφ̓ ἓν σύνθημα καὶ φωνὴν γοώδη μίαν ἐλεεινὴν ὀλολυγὴν ἱέντες ἱκέτευον. οἰκτιζόμενοι δὲ πλέον τὰ νεογνὰ τῶν βρεφῶν ἐπὶ γῆς προκαταβάλλοντες φέρεσθαι ὡς ἔτυχε μεθῆκαν, διὰ τῆς ἀνυπόπτου καὶ ἀνυπαιτίου μοίρας τὸ θυμούμενον τῶν Αἰθιόπων προμαλάσσοντες. τὰ βρέφη δὲ ὑπὸ πτοίας τε ἅμα καὶ ἀγνοίας τῶν πραττομένων τοὺς μὲν φύντας καὶ τρέφοντας, τάχα που τὴν ἄπειρον ἀποτρεπόμενα βοήν, ὑπέφευγεν, ἐπὶ δὲ τὴν ἄγουσαν ὡς τοὺς πολεμίους τὰ μὲν εἷρπε, τὰ δὲ ψελλιζόμενα τὴν βάσιν καὶ κλαυθμυριζόμενα ἐπαγωγὸν

p.257
ἐφέρετο, καθάπερ σχεδιαζούσης ἐν αὐτοῖς τὴν ἱκεσίαν τῆς τύχης.

ὁ δὲ Ὑδάσπης ταῦτα ὁρῶν, καὶ τὴν πάλαι ἱκεσίαν ἐπιτείνειν αὐτοὺς καὶ εἰς τὸ παντελὲς ἐξομολογεῖσθαι οἰηθείς, ἀποστείλας ἠρώτα τί βούλοιντο καὶ ὅπως μόνοι καὶ οὐ μετὰ τῶν Περσῶν ἥκοιεν. οἳ δὲ πάντα ἔλεγον, τὸν δρασμὸν τῶν Περσῶν, τὸ ἑαυτῶν ἀνυπαίτιον, τὴν πάτριον ἑορτήν, καὶ ὡς πρὸς θεραπείαν τῶν κρειττόνων ὄντας καὶ πρὸς τῆς εὐωχίας ὑφυπνωμένους διαλάθοιεν, ἴσως ἂν διαδράντες καὶ ἰδόντων καὶ γυμνῶν τοὺς ἐν ὅπλοις κωλύειν ἀδυνατούντων. ὁ δὴ οὖν Ὑδάσπης τούτων πρὸς αὐτὸν ἀπαγγελθέντων ὑποτοπήσας ὅπερ ἦν, ἀπάτην τινὰ καὶ ἐνέδραν πρὸς τοῦ Ὀροονδάτου γενησομένην, τοὺς ἱερέας μόνους μετακαλεσάμενος, καὶ τοῖς ἀγάλμασι τῶν θεῶν ἃ συνεπήγοντο πρὸς τὸ μᾶλλον καταιδέσαι προσκυνήσας, εἴ τι πλέον ἔχοιεν ἀναδιδάσκειν περὶ τῶν Περσῶν ἐπυνθάνετο, καὶ ὅποι μὲν ὥρμησαν, τίνι δὲ θαρσεῖν ἔχουσιν ἢ τίσιν ἐπιχειρήσουσιν. οἳ δὲ τὰ μὲν ἄλλα ἀγνοεῖν ἔφασαν, εἰκάζειν δὲ εἰς τὴν Ἐλεφαντίνην ὡρμηκέναι, τοῦ πλείστου στρατοῦ κατ̓ ἐκείνην συνειλεγμένου, καὶ τοῦ Ὀροονδάτου τοῖς τε ἄλλοις καὶ πλέον τοῖς καταφράκτοις ἱππεῦσιν ἐπανέχοντος.

ταῦτα εἰπόντων, καὶ εἰσιέναι εἰς τὴν πόλιν ὡς ἰδίαν καὶ μεθεῖναι τῆς κατ̓ αὐτῶν ὀργῆς ἱκετευόντων, τὸ μὲν παρελθεῖν αὐτὸς εἰς τὴν πόλιν ὁ Ὑδάσπης τὸ παρὸν οὐδὲ ἐδοκίμαζε, δύο δὲ φάλαγγας ὁπλιτῶν εἰσπέμψας εἰς ἀπόπειράν τε ὑποπτευομένης ἐνέδρας, καὶ εἰ μηδὲν εἴη τοιοῦτον, εἰς φρουρὰν τῆς πόλεως, τούς τε Συηναίους ἐπὶ χρησταῖς ταῖς ὑποσχέσεσιν ἀποπέμψας, αὐτὸς εἰς τάξιν καθίστη τὸν στρατὸν ὡς ἢ δεξόμενος ἐπιόντας τοὺς Πέρσας ἢ καθυστεροῦσιν ἐπελευσόμενος. καὶ οὔπω

p.258
πᾶν διετέτακτο, καὶ σκοποὶ προσελαύνοντες ἔφοδον τῶν Περσῶν εἰς μάχην ἐκτεταγμένων ἐμήνυον. ὁ γὰρ Ὀροονδάτης τὴν μὲν ἄλλην στρατιὰν εἰς τὴν Ἐλεφαντίνην ἀθροίζεσθαι διατεταγμένος, αὐτὸς δέ, ὅτε τοὺς Αἰθίοπας ἐπιόντας παῤ ἐλπίδα κατώπτευεν, εἰσδραμεῖν σὺν ὀλίγοις εἰς τὴν Συήνην ἀναγκασθεὶς καὶ τοῖς χώμασιν ἀποτειχισθείς, σωτηρίαν τε αἰτήσας καὶ καθ̓ ὑπόσχεσιν τοῦ Ὑδάσπου λαβών, ἀπιστότατος ἀνθρώπων γίνεται, καὶ δύο Περσῶν ἅμα τοῖς Αἰθίοψι περαιωθῆναι παρασκευάσας δῆθεν ὡς τὴν γνώμην τῶν κατὰ τὴν Ἐλεφαντίνην, ἐφ̓ οἷς ἂν ἕλοιντο διαλύσασθαι πρὸς Ὑδάσπην, μαθησομένους ἐξέπεμψε, τὸ δ̓ ἀληθές, εἰ παρασκευάζεσθαι πρὸς μάχην προαιροῦνται, ὅταν αὐτός ποτε διαδρᾶναι δυνηθῇ. καὶ τὸ τῆς γνώμης ἄπιστον εἰς ἔργον ἦγεν, ηὐτρεπισμένους τε καταλαβὼν αὐτίκα ἐξῆγεν, οὐδ̓ εἰς βραχὺ τὴν ἔφοδον ὑπερθέμενος, ἀλλὰ τῷ τάχει τὴν παρασκευήν, ὡς ἐδόκει, τῶν ἐναντίων ὑποτεμνόμενος.