Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἤδη γοῦν παραταττόμενος ἑωρᾶτο, κόμπῳ τε Περσικῷ τὰς ὄψεις προκαταλαμβάνων καὶ ἀργυροῖς τε καὶ ἐπιχρύσοις τοῖς ὅπλοις τὸ πεδίον καταστράπτων. ἄρτι γὰρ ἀνίσχοντος ἡλίου καὶ τὴν ἀκτῖνα κατὰ πρόσωπον τοῖς Πέρσαις ἐπιβάλλοντος, μαρμαρυγή τις ἄφραστος καὶ εἰς τοὺς πορρωτάτω διερριπίζετο, τῆς πανοπλίας οἰκεῖον σέλας ἀνταυγαζούσης. τὸ μέν οὖν δεξιὸν κέρας αὐτῶν Περσῶν τε καὶ Μήδων τὸ γνήσιον ἐπεῖχε, τῶν μὲν ὁπλιτῶν ἡγουμένων, τῶν δὲ ὅσοι τοξόται κατόπιν ἐφεπομένων, ὡς ἂν γυμνοὶ πανοπλίας ὄντες ἀσφαλέστερον βάλλοιεν ὑπὸ τοῖς ὁπλίταις προασπιζόμενοι: τὴν δὲ Αἰγυπτίων τε καὶ Λιβύων χεῖρα καὶ τὴν ξενικὴν ἅπασαν εἰς τὸ ἀριστερὸν κατένεμεν, ἀκοντιστάς τε καὶ τούτοις καὶ σφενδονήτας παραζεύξας, ἐκδρομάς τε ποιεῖσθαι

p.259
καὶ εἰσακοντίζειν ἐκ πλαγίων ὁρμωμένοις ἐπιστείλας. αὐτὸς δὲ τὸ μέσον κατελάμβανεν, ἅρματός τε δρεπανηφόρου λαμπροῦ ἐπιβεβηκὼς καὶ ὑπὸ τῆς ἑκατέρωθεν φάλαγγος εἰς ἀσφάλειαν δορυφορούμενος, τοὺς καταφράκτους ἱππέας μόνον ἑαυτοῦ προέταττεν, οἷς δὴ καὶ πλέον θαρσήσας τὴν μάχην ἀπετόλμησε: καὶ γὰρ οὖν καὶ ἔστιν ἥδε ἡ φάλαγξ Περσῶν ἀεὶ τὸ μαχιμώτατον, καὶ οἱονεὶ τεῖχος ἀρραγὲς τοῦ πολέμου προβαλλόμενον.

τρόπος δὲ αὐτοῖς πανοπλίας τοιόσδε. ἀνὴρ ἔκκριτος καὶ σώματος ἰσχὺν ἐπίλεκτος κράνος μὲν ὑπέρχεται συμφυές τε καὶ μονήλατον, καὶ ὄψιν ἀνδρὸς εἰς ἀκρίβειαν ὥσπερ τὰ προσωπεῖα σοφιζόμενον. τούτῳ δὲ ἐκ κορυφῆς εἰς αὐχένα πάντα πλὴν τῶν ὀφθαλμῶν εἰς τὸ διοπτεύειν σκεπόμενος, τὴν μὲν δεξιὰν κοντῷ μείζονι λόγχης ὁπλίζει, τὴν λαιὰν δὲ εἰς τὸν χαλινὸν ἀσχολεῖ. κοπίδα δὲ ὑπὸ τὴν πλευρὰν παρηρτημένος, οὐ τὰ στέρνα μόνον ἀλλὰ καὶ σῶμα τὸ ἄλλο ἅπαν τεθωράκισται. ἐργασία δὲ τοῦ θώρακος τοιάδε. σκυτάλας χαλκᾶς τε καὶ σιδηρᾶς ὅσον σπιθαμιαίας πάντοθεν εἰς σχῆμα τετράγωνον ἐλάσαντες, καὶ ἄλλην ἐπ̓ ἄλλην κατ̓ ἄκρα τῶν πλευρῶν ἐφαρμόσαντες ὡς τῇ κατωτέρᾳ τὴν ὑπερκειμένην ἀεὶ καὶ τῇ πλαγίᾳ τὴν παρακειμένην κατὰ τὸ συνεχὲς ἐπιβαίνειν, καὶ ῥαφαῖς ὑπὸ τὰς ἐπιπτυχὰς τὴν συμπλοκὴν ἀγκιστρώσαντες, χιτῶνά τινα φολιδωτὸν ἀπεργάζονται, προσπίπτοντα μὲν ἀλύπως τῷ σώματι καὶ πάντῃ περιφυόμενον, περιγράφοντα δὲ μέλος ἕκαστον καὶ πρὸς τὸ ἀκώλυτον τῆς κινήσεως συστελλόμενόν τε καὶ συνεκτεινόμενον. ἔστι γὰρ χειριδωτός, ἀπ̓ αὐχένος εἰς γόνυ καθειμένος, μόνοις τοῖς μηροῖς, καθ̓ ὃ τῶν ἱππείων νώτων ἐπιβαίνειν ἀνάγκη, διαστελλόμενος. ὁ μὲν δὴ θώραξ τοιοῦτος, ἀντίτυπόν τι βελῶν χρῆμα, καὶ

p.260
πρὸς πᾶσαν τρῶσιν ἀπομαχόμενον: ἡ κνημὶς δὲ ἀπ̓ ἄκρων ταρσῶν εἰς γόνυ διήκει, συνάπτουσα πρὸς τὸν θώρακα. παραπλησίᾳ δὲ σκευῇ καὶ τὸν ἵππον περιφράττουσι, τούς τε πόδας κνημῖσι περιδέοντες, καὶ προμετωπιδίοις τὴν κεφαλὴν δἰ ὅλου σφηκοῦντες, ἐκ νώτων τε ἐπὶ γαστέρα καθ̓ ἑκατέραν πλευρὰν σκέπασμα σιδηρόπλοκον ἀπαιωροῦντες, ὡς ὁπλίζειν τε ἅμα καὶ τῇ λαγαρότητι μὴ ἐμποδίζειν τοὺς δρόμους. οὕτως ἐσκευασμένος καὶ οἷον ἐμβεβλημένος περιβαίνει τὸν ἵππον, οὐκ αὐτὸς ἐφαλλόμενος, ἀλλ̓ ἑτέρων διὰ τὸ ἄχθος ἀνατιθεμένων. κἀπειδὰν ὁ καιρὸς ἥκῃ τῆς μάχης, ἐφεὶς τῷ χαλινῷ τὸν ἵππον καὶ μυωπίσας παντὶ τῷ ῥοθίῳ κατὰ τῶν ἐναντίων ἵεται σιδηροῦς τις ἀνὴρ φαινόμενος, ἢ καὶ σφυρήλατος ἀνδριὰς κινούμενος. ὁ κοντὸς δὲ τὰ μὲν πρὸς τῇ αἰχμῇ κατὰ πολὺ καὶ εἰς εὐθὺ προβέβληται, δεσμῷ πρὸς τὸν αὐχένα τὸν ἵππειον ἀνεχόμενος: τὸν οὐρίαχον δὲ βρόχῳ πρὸς τοῖς ἱππείοις μηροῖς ἐξήρτηται, μὴ εἴκων ἐν ταῖς συμβολαῖς, ἀλλὰ συνεργῶν τῇ χειρὶ τοῦ ἱππέως, εὐθυνούσῃ μόνον τὴν βολήν, αὐτοῦ δὲ ἐπιτείνοντος καὶ πρὸς τὸ σφοδρότερον τῆς τρώσεως ἀντερείδοντος, τῇ ῥύμῃ διαπείρει πάντα τὸν ὑποπίπτοντα, καὶ μιᾷ πληγῇ δύο που φέρει πολλάκις ἀναρτήσας.

τοιοῦτον δὴ ἔχων τὸ ἱππικὸν ὁ σατράπης, καὶ οὕτω τὸ Περσικὸν διατάξας, ἐπῄει ἀντιμέτωπος, κατὰ νώτων ἀεὶ τὸν ποταμὸν ποιούμενος, καὶ πλήθει κατὰ πολὺ τῶν Αἰθιόπων λειπόμενος τῷ ὕδατι τὴν κύκλωσιν ἀπετείχιζεν. ἀντεπῆγε δὲ καὶ ὁ Ὑδάσπης, τοῖς ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως Πέρσαις τε καὶ Μήδοις τοὺς ἐκ Μερόης ἀντιτάττων, ἄνδρας ὁπλομάχους τε καὶ τῆς κατασυστάδην χειρονομίας ἐπιστήμονας: τοὺς δὲ ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τοὺς τῇ κινναμωμοφόρῳ προσοίκους, εὐσταλεῖς

p.261
τε τὴν ὅπλισιν καὶ ποδώκεις καὶ τοξείαν ἀρίστους, τοῖς κατὰ τὸ λαιὸν τῶν ἐναντίων σφενδονήταις τε καὶ ἀκοντισταῖς παρενοχλήσοντας ἀπεκλήρωσε. τὸ δὲ μεσεῦον τοῦ Περσικοῦ τοῖς καταφράκτοις μεγαλαυχούμενον καταμαθών, ἑαυτόν τε καὶ τοὺς περὶ αὑτὸν πυργοφόρους ἐλέφαντας ἀντέταξε, τὸ Βλεμμύων καὶ Σηρῶν ὁπλιτικὸν προτάξας, καὶ ἃ χρὴ πράττειν παρὰ τὸ ἔργον ἐπιστείλας.

ἀρθέντων δὲ ἑκατέρωθεν τῶν σημείων, καὶ τοῦ μὲν Περσικοῦ διὰ σαλπίγγων, ῥόμβοις δὲ καὶ τυμπάνοις τῶν Αἰθιόπων τὴν μάχην ἐπισημαινόντων, ὁ μὲν Ὀροονδάτης ἐμβοήσας δρόμῳ τὰς φάλαγγας ἐπῆγεν, ὁ δὲ Ὑδάσπης τὰ μὲν πρῶτα σχολαίτερον ἀντεπιέναι προσέταττε, βάσιν ἐκ βάσεως ἡσυχῇ παραμείβοντας, τῶν τε ἐλεφάντων ἕνεκεν, ὅπως ἂν μὴ ἀπολειφθεῖεν τῶν προμάχων, καὶ ἅμα τὴν ῥύμην τῶν ἱππέων τῷ μεταξὺ προϋπεκλύων. ἐπεὶ δὲ βολῆς ἐντὸς ἤδη καθίσταντο καὶ τοὺς καταφράκτους ἐρεθίζοντας τὴν ἵππον εἰς τὴν ἐπέλασιν οἱ Βλέμμυες κατέμαθον, τὰ προστεταγμένα πρὸς τοῦ Ὑδάσπου ἔπραττον, καὶ τοὺς Σῆρας ὥσπερ προκώλυμα εἶναι καὶ προασπίζειν τῶν ἐλεφάντων καταλιπόντες, αὐτοὶ πολὺ τῶν τάξεων προπηδήσαντες, ὡς τάχους εἶχον, ἐπὶ τοὺς καταφράκτους ὥρμησαν, μανίας ἔμφασιν τοῖς ὁρῶσι παριστάντες, οὕτως ὀλίγοι πρὸς πλείονας καὶ πρὸς οὕτω πεφραγμένους προεφορμήσαντες. οἱ Πέρσαι δὲ πλέον ἢ πρότερον ἐφέντες τοῖς ἵπποις ἐπήλαυνον, ἕρμαιον τὸ ἐκείνων θράσος ποιούμενοι, καὶ ὡς αὐτίκα καὶ παρὰ τὴν πρώτην συμβολὴν ἁρπασόμενοι.

τότε οἱ Βλέμμυες εἰς χεῖρας ἤδη συμπίπτοντες, καὶ μόνον οὐ ταῖς αἰχμαῖς ἐγχρίμπτοντες, ἀθρόον καὶ καθ̓ ἓν σύνθημα ὑπώκλασάν τε καὶ ὑπεδύοντο τοῖς ἵπποις,

p.262
γόνυ μὲν θάτερον τῇ γῇ προσερείδοντες, κεφαλὴν δὲ καὶ νῶτα ταῖς μὲν οὐδὲν ἤ μόνον οὐ πατούμενοι. παράδοξον δὲ ἔδρων, καὶ ἐλυμαίνοντο τὴν ἵππον ὑπὸ τὴν γαστέρα κατὰ τὴν διεξέλασιν τοῖς ξίφεσιν ἀνακόπτοντες, ὥστε ἔπιπτον μὲν οὐκ ὀλίγοι τῶν ἱππέων, τῶν ἵππων πρὸς τὴν ἀλγηδόνα τὸν χαλινὸν ὑπερορώντων καὶ τοὺς ἀναβάτας ἀποσειομένων, οὓς κορμηδὸν κειμένους οἱ Βλέμμυες ὑπὸ τοὺς μηροὺς ἀνέτεμνον: ἀκίνητος γὰρ Περσῶν κατάφρακτος τοῦ χειραγωγήσοντος ἀμοιρήσας. ὅσοι δὲ ἀτρώτοις τοῖς ἵπποις συνηνέχθησαν, ἐπὶ τοὺς Σῆρας ἐφέροντο. οἳ δέ, ἐπειδὴ μόνον ἐπλησίαζον, κατόπιν ἑαυτοὺς τῶν ἐλεφάντων ὑπέστελλον, ὥσπερ ἐπὶ λόφον ἢ φρούριον τὸ ζῶον καταφεύγοντες. ἔνθα πολὺς φόνος καὶ ὀλίγου παντελὴς συνέπιπτε τοῖς ἱππεῦσιν. οἵ τε γὰρ ἵπποι πρὸς τὸ ἄηθες τῆς τῶν ἐλεφάντων ὄψεως, ἀθρόον παραγυμνωθείσης καὶ τῷ μεγέθει ξενίζοντι τῆς θέας τὸ φοβερὸν ἐπιφερούσης, οἳ μὲν παλινδρομοῦντες οἳ δὲ ἐν ἀλλήλοις συνταραττόμενοι, τὴν τάξιν τῆς φάλαγγος τάχιστα παρέλυον: οἵ τε ἐπὶ τῶν ἐλεφάντων κατὰ τοὺς πύργους, ἓξ μὲν ἕκαστον κατειληφότες, δύο δὲ κατὰ πλευρὰν ἑκάστην ἐκτοξεύοντες, τῆς ἐπ̓ οὐρὰν μόνης εἰς τὸ ἄπρακτον σχολαζούσης, οὕτω δή τι συνεχές τε καὶ ἐπίσκοπον ὥσπερ ἐξ ἀκροπόλεως τῶν πύργων ἔβαλλον ὥστε εἰς νέφους φαντασίαν τὴν πυκνότητα παραστῆναι τοῖς Πέρσαις, καὶ πλέον ὅτε τοὺς ὀφθαλμοὺς μάλιστα τῶν ἐναντίων σκοποὺς οἱ Αἰθίοπες ποιούμενοι, καθάπερ οὐκ ἐκ τῶν ἴσων πολεμοῦντες ἀλλ̓ εὐστοχίας ἀγώνισμα προθέντες, οὕτως ἀδιαπτώτως ἐτύγχανον ὥστε οἱ διαπεπαρμένοι τοῖς βέλεσιν ἐφέροντο σὺν οὐδενὶ κόσμῳ διὰ τοῦ πλήθους, καθάπερ αὐλοὺς τοὺς ὀιστοὺς τῶν ὀφθαλμῶν προβεβλημένοι. εἰ δέ τινας ὑπὸ ῥύμης τοῦ δρόμου μὴ κατασχεθέντες οἱ
p.263
ἵπποι, καὶ ἄκοντας ὑπεξαγαγόντες, εἰς τοὺς ἐλέφαντας ἐνέβαλλον, καὶ οὕτως οἳ μὲν αὐτοῦ κατανηλίσκοντο, ὑπό τε τῶν ἐλεφάντων ἀνατρεπόμενοι καὶ καταπατούμενοι, οἳ δὲ ὑπό τε τῶν Σηρῶν ὑπό τε τῶν Βλεμμύων ὥσπερ ἐκ λόχου τοῦ ἐλέφαντος ἐκδρομάς τε ποιουμένων, καὶ τοὺς μὲν τιτρώσκειν εὐστοχούντων, τοὺς δὲ κατὰ συμπλοκὴν ἀπὸ τῶν ἵππων εἰς γῆν ὠθούντων. ὅσοι δὲ καὶ διεδίδρασκον, ἄπρακτοι καὶ οὐδὲν δράσαντες τοὺς ἐλέφαντας ἀπεχώρουν: τὸ γὰρ θηρίον πέφρακται μὲν καὶ σιδήρῳ παραγινόμενον εἰς μάχην, καὶ ἄλλως δὲ πρὸς τῆς φύσεως τὴν δορὰν ἐστόμωται, στερεμνίου φολίδος τῇ ἐπιφανείᾳ ἐπιτρεχούσης καὶ πᾶσαν αἰχμὴν τῷ ἀντιτύπῳ θραυούσης.

τραπέντων δὲ ἅπαξ εἰς φυγὴν τῶν ὑπολειπομένων, αἴσχιστα δὴ πάντων ὁ σατράπης Ὀροονδάτης, τὸ μὲν ἅρμα ἐγκαταλιπὼν ἵππου δὲ τῶν Νυσαίων ἐπιβάς, διεδίδρασκεν, ἀγνοούντων ταῦτα τῶν κατὰ τὸ ἀριστερὸν κέρας Αἰγυπτίων τε καὶ Λιβύων, καὶ σὺν εὐτολμίᾳ πάσῃ τὴν μάχην συμφερομένων, καὶ πασχόντων μὲν πλείονα ἢ δρώντων, καρτερικῷ δὲ λήματι τὰ δεινὰ ὑπομενόντων. οἱ γὰρ ἐκ τῆς κινναμωμοφόρου κατ̓ αὐτοὺς τεταγμένοι δεινῶς πιεζοῦντες πολλὴν ἀπορίαν παρεῖχον, ἐπιόντας μὲν ὑποφεύγοντες καὶ ἐκ πολλοῦ τοῦ περιόντος προφθάνοντες, καὶ ἀπεστραμμένοις εἰς τοὐπίσω τοῖς τόξοις καὶ παρὰ τὴν φυγὴν βάλλοντες, ἀναχωροῦσι δὲ ἐπιτιθέμενοι, καὶ κατὰ τὰ πλάγια οἳ μὲν ταῖς σφενδόναις βάλλοντες, οἳ δὲ μικροῖς μὲν τοῖς βέλεσιν, ἰῷ δὲ δρακόντων πεφαρμαγμένοις τοξεύοντες ὀξύν τινα καὶ ἀπότομον θάνατον ἐπέφερον. τοξεύουσι δὲ οἱ τῆς κινναμωμοφόρου παίζειν πλέον ἢ σπουδάζειν τὴν τοξείαν ἐοικότες. πλέγμα γάρ τι κυκλοτερὲς τῇ κεφαλῇ περιθέντες, καὶ τοῦτο βέλεσι κατὰ τὸν κύκλον περιπείραντες,

p.264
τὸ μὲν ἐπτερωμένον τοῦ βέλους πρὸς τῇ κεφαλῇ περιτίθενται, τὰς δὲ ἀκίδας οἷον ἀκτῖνας εἰς τὸ ἐκτὸς προβέβληνται. κἀντεῦθεν ἐξ ἑτοίμου παρὰ τὰς μάχας ὥσπερ ἐκ φαρέτρας ἀφαιρῶν ἕκαστος, ἀγερωχόν τι καὶ σατυρικὸν σκίρτημα λυγιζόμενός τε καὶ καμπτόμενος, καὶ τοῖς ἰοῖς ἐστεμμένος, ἀπὸ γυμνοῦ τοῦ σώματος τοῖς ἐναντίοις ἐφίησιν, οὐδὲν σιδήρου πρὸς τὴν αἰχμὴν δεόμενον: ὀστοῦν γὰρ δράκοντος νωτιαῖον ἀφελὼν τὸ μὲν ἄλλο εἰς τὸν πῆχυν τοῦ βέλους ἀπευθύνει, τὰ δὲ ἄκρα πρὸς τὸ ἀκμαιότατον ἀποξέσας αὐτογλώχινα τὸν ὀιστὸν ἀπεργάζεται, τάχα που καὶ ἀπὸ τῶν ὀστῶν οὕτω παρωνομασμένον.

χρόνον μὲν οὖν τινὰ συνειστήκεσαν οἱ Αἰγύπτιοι, καὶ τῷ συνασπισμῷ πρὸς τὴν τοξείαν ἀντεῖχον, φύσει τε τλήμονες ὄντες καὶ πρὸς τὸν θάνατον οὐ λυσιτελῶς μᾶλλον ἢ φιλονείκως κενοδοξοῦντες, ἴσως δέ που καὶ τιμωρίαν λιποταξίου προορῶντες:

ἐπεὶ δὲ τούς τε καταφράκτους, τὴν μεγίστην τοῦ πολέμου χεῖρά τε καὶ ἐλπίδα νομιζομένους, διεφθαρμένους κατέμαθον, τόν τε σατράπην ἀποδεδρακότα, τούς τε Μήδων καὶ Περσῶν πολυθρυλήτους ὁπλίτας οὔτε τι παρὰ τὴν μάχην λαμπρὸν ἀποδεδειγμένους, ἀλλ̓ ὀλίγα μὲν δράσαντας κατὰ τῶν ἐκ Μερόης, οἳ κατ̓ αὐτοὺς ἐτάχθησαν, παθόντας δὲ πλείονα καὶ τοῖς λοιποῖς ἐφεπομένους, ἐνδόντες καὶ αὐτοὶ προτροπάδην ἔφευγον. ὁ δὲ Ὑδάσπης, ὥσπερ ἀπὸ σκοπῆς τοῦ πύργου, λαμπρᾶς ἤδη τῆς νίκης θεωρὸς γινόμενος, κήρυκας διαπέμπων εἰς τοὺς διώκοντας τοῦ μὲν φονεύειν ἀπέχεσθαι προηγόρευε, ζῶντας δὲ οὓς δύναιντο καὶ συλλαμβάνειν καὶ ἄγειν, καὶ πρὸ πάντων τὸν Ὀροονδάτην. ὡς δὴ καὶ ἐγένετο. παρεκτείναντες γὰρ ἐπ̓ ἀσπίδα τὰς φάλαγγας οἱ Αἰθίοπες, καὶ τὸ πολὺ βάθος τῶν τάξεων εἰς μῆκος ἑκατέρωθεν ἐπαναγαγόντες,

p.265
τάς τε κεραίας ἐπιστρέψαντες, εἰς κύκλωσιν τὸ Περσικὸν συνήλασαν, καὶ μίαν μόνον ἀτραπὸν τὴν ἐπὶ τὸν ποταμὸν ἀκώλυτον εἰς φυγὴν τοῖς ἐναντίοις ὑπέλιπον, εἰς ὃν οἱ πλείους ἐμπίπτοντες, ὑπό τε ἵππων καὶ δρεπανηφόρων ἁρμάτων καὶ τοῦ λοιποῦ ταράχου καὶ πλήθους ὠθούμενοι σὺν πολλῷ θράσει, μετεμάνθανον ὡς τὸ δοκοῦν στρατήγημα τοῦ σατράπου πρὸς ἐναντίου σφίσιν ἦν καὶ ἄσκεπτον: τὸ γοῦν κυκλωθῆναι παρὰ τὴν ἀρχὴν καταδείσας, καὶ τὸν Νεῖλον διὰ τοῦτο κατὰ νώτων ποιήσας, ἔλαθεν ἑαυτῷ τὴν φυγὴν ἀποτειχίσας. ἐνταῦθα οὖν καὶ αὐτὸς ἁλίσκεται, καὶ Ἀχαιμένου τοῦ Κυβέλης παιδὸς ἅπαντα ἤδη τὰ κατὰ τὴν Μέμφιν πεπυσμένου, καὶ ἀνελεῖν μὲν τὸν Ὀροονδάτην παρὰ τὸν θόρυβον ἐπιβουλεύσαντος ʽμετέμελε γὰρ αὐτῷ τῶν κατὰ τῆς Ἀρσάκης μηνυμάτων, τῶν ἐλέγχων προδιεφθαρμένων̓, τρῶσαι δὲ καιρίαν ἀποτυχόντος. ὑπέσχε γε μὴν αὐτίκα τὴν δίκην πρός τινος τῶν Αἰθιόπων τόξῳ βληθείς, ἀναγνόντος μὲν τὸν σατράπην, καὶ περισώζειν, ὡς προστέτακτο, βουλομένου, ἀγανακτήσαντος δὲ τὸ ἄδικον τοῦ ἐγχειρήματος, εἰ τοὺς ἐναντίους τις ὑποφεύγων χωροίη κατὰ τῶν φιλίων, τὸν καιρὸν τῆς τύχης εἰς ἐχθροῦ ἄμυναν, ὡς ἐῴκει, θηρώμενος.