Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἔτι λέγοντα ταῦτα, καὶ ὅλον εἰς θρῆνον παραφερόμενον, ὁ στρατηγὸς Ἡγησἴας ἐπεῖχέ τε καὶ ἐξεκρούετο. καὶ ὦ παρόντες ἔφη, Χαρικλεῖ μὲν ἐξέσται νῦν τε καὶ μετὰ ταῦτα θρηνεῖν, ἡμεῖς δὲ μὴ συμβαπτιζώμεθα τῷ τούτου πάθει, μηδὲ λάθωμεν ὥσπερ ῥεύμασι τοῖς τούτου δάκρυσιν ὑποφερόμενοι καὶ τὸν καιρὸν προϊέμενοι, πρᾶγμα ὃ μεγίστην ἐν ἅπασιν ἔχει, καὶ πολέμοις οὐχ ἥκιστα, τὴν ῥοπήν. ὡς νῦν μὲν καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξιόντων ἐλπὶς καταληφθῆναι τοὺς πολεμίους, ἕως ῥᾳθυμοτέραν αὐτοῖς τὴν πορείαν ἡ προσδοκία τῆς ἡμετέρας ἐμποιεῖ παρασκευῆς. εἰ δὲ οἰκτιζόμενοι, μᾶλλον δὲ γυναικιζόμενοι, πλείονα τῇ μελλήσει τὴν προτέρησιν αὐτοῖς παράσχοιμεν, οὐδὲν ἀλλ̓ ἢ καταγελᾶσθαι, καὶ ταῦτα πρὸς μειρακίων, περιλείπεται: οὓς ἐγώ φημι χρῆναι αὐτούς τε ὡς ὅτι τάχιστα καταλαμβάνοντας ἀνασκολοπίσαι καὶ τοὺς ἐξ αὐτῶν ἀτιμῶσαι, διαβιβάσαντας καὶ εἰς τὸ γένος τὴν τιμωρίαν. τοῦτο δ̓ ἂν γένοιτο ῥᾳδίως, εἰ πρὸς ἀγανάκτησιν κινήσαιμεν Θετταλοὺς τὴν κατ̓ αὐτῶν τε τούτων, εἴ τινες διαφύγοιεν, καὶ τῶν ἐξ αὐτῶν, ἀπειπόντες αὐτοῖς ἐκ ψηφίσματος τὴν θεωρίαν

p.121
καὶ τὸν ἐναγισμ̔??ʼν τοῦ ἥρωος, ἐκ τοῦ δημοσίου τοῦ ἡμετέρου τελεῖσθαι τοῦτον ἐπικρίναντες.