Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ οἳ μὲν ταῦτα καὶ ἕτεῤ ἄττα πρὸς τούτοις ἐπὶ μάρτυσι τοῖς θεοῖς ὡμολόγουν ἀλλήλοις, ἐγὼ δὲ ὡς τὸν Χαρικλέα δρομαῖος ἥκων θορύβου τε πλήρη καὶ ὀδυρμοῦ καταλαμβάνω τὴν οἰκίαν, οἰκετῶν ἤδη παῤ αὐτὸν ἀφιγμένων καὶ τὴν τῆς κόρης ἁρπαγὴν ἐξαγγειλάντων, καὶ πολιτῶν εἰς πλῆθος συρρεόντων καὶ τὸν Χαρικλέα θρηνοῦντα περιεστοιχισμένων, ἀγνοίᾳ τε τῶν γεγονότων καὶ ἀμηχανίᾳ τῶν πρακτέων συνεχομένων. ἐμβοήσας οὖν ὦ δυσδαίμονες ἔφην, ὑμεῖς δὲ ἐνεοῖς προσεοικότες ἄχρι τίνος ἄναυδοι καὶ ἄπρακτοι καθεδεῖσθε, ὥσπερ ἅμα τῷ δυστυχεῖν καὶ τὸ φρονεῖν προσαφῃρημένοι; οὐκ ἐν ὅπλοις ἤδη καὶ ἐπιδιώξετε τοὺς πολεμίους; οὐ καταλήψεσθε καὶ τιμωρήσεσθε τοὺς ἐξυβρικότας; καὶ ὁ Χαρικλῆς, περιττὸν μὲν ἴσως διαμάχεσθαι πρὸς τὰ παρόντα: συνίημι γὰρ ὡς ἐκ θεῶν μήνιδος ταυτηνὶ τίνω τὴν δίκην, ἣν ἐξ οὗπερ εἰς τὸ ἄδυτον ἀωρὶ παρελθὼν εἶδον ὀφθαλμοῖς ἃ μὴ θέμις, ὁ θεός μοι προεῖπεν, ἀνθ̓ ὧν οὐ προσηκόντως εἶδον, τῆς τῶν φιλτάτων ὄψεως στερήσεσθαι. ὅμως δὲ οὐδὲν κωλύει καὶ πρὸς δαίμονα, φασί, μάχεσθαι, εἰ καὶ τίνας χρὴ μεταθέειν ἢ τίς ὁ τὸν βαρὺν τοῦτον ἐπενεγκὼν κίνδυνον ἐγιγνώσκομεν. ὁ Θετταλός, ἔφην, καὶ παρὰ σοὶ θαυμαστός, ὃν κἀμοὶ

p.119
φίλον εἰσεποίεις, Θεαγένης ἐστὶ καὶ οἱ σὺν αὐτῷ μείρακες. οὐκ οὖν εὕροις ἄν τινα τούτων κατὰ τὴν πόλιν, οἳ μέχρι τῆσδε τῆς ἑσπέρας ἐπεχωρίαζον. ὥστε ἀνίστασο, καὶ εἰς βουλὴν κάλει τὸν δῆμον.

ἐγίνετο ταῦτα. καὶ οἵ τε στρατηγοὶ σύγκλητον ἔκκλησίαν ἐκήρυττον, σάλπιγγι τὸ κήρυγμα πρὸς τὴν πόλιν ἐπισημαίνοντες, καὶ ὁ δῆμος αὐτίκα παρῆν, καὶ τὸ θέατρον ἐγίνετο νυκτερινὸν βουλευτήριον. ὅ τε Χαρικλῆς εἰς μέσους παρελθὼν πρὸς οἰμωγήν τε ἀθρόον ἐκίνει τὸ πλῆθος καὶ μόνον ὀφθείς, ἐσθῆτά τε μέλαιναν ἀμπεχόμενος καὶ κόνιν τοῦ τε προσώπου καὶ τῆς κεφαλῆς καταχεάμενος, καὶ τοιάδε ἔλεγεν.

ἴσως μέν, ὦ Δελφοί, προσαγγεῖλαί με βουλόμενον ἐμαυτὸν ἥκειν εἰς μέσους καὶ ταύτην συγκεκληκέναι τὴν ἐκκλησίαν ἡγεῖσθε, πρὸς τὴν ὑπερβολὴν τῶν ἐμῶν συμφορῶν ἀφορῶντες: ἔχει δὲ οὐχ οὕτως. πράττω μὲν γὰρ θανάτου καὶ πολλάκις ἀξίως τό γε νῦν, ἔρημος καὶ θεήλατος καὶ μόνη λοιπὸν οἰκία, πάντων ἅμα τῶν φιλτάτων κεκενωμένη μοι συνομίλων: ὅμως δ̓ οὖν ἥ τε κοινὴ πάντων ἀπάτη καὶ μάταιος ἐλπὶς ἔτι με καρτερεῖν ἀναπείθει, τὴν εὕρεσιν τῆς θυγατρὸς ἐνδεχομένην ὑποτιθεμένη, καὶ ἔτι πλέον ἡ πόλις, ἣν ἰδεῖν πρότερον τιμωρίαν εἰσπεπραγμένην παρὰ τῶν ἐξυβρισάντων ἀναμένω, εἰ μὴ ἄρα καὶ ὑμῶν τὸ φρόνημα τὸ ἐλεύθερον καὶ τὴν ὑπὲρ τῆς ἐνεγκούσης καὶ θεῶν τῶν πατρῴων ἀγανάκτησιν τὰ Θετταλὰ μειράκια προσαφῄρηται. τὸ γὰρ δὴ πάντων βαρύτατον, ὅτι χορευταὶ παῖδες εὐαρίθμητοι καὶ θεωρίας ὑπηρέται πόλιν οἴχονται τῶν Ἑλληνίδων τὴν πρώτην πατήσαντες, καὶ τὸν νεὼν τοῦ Πυθίου τοῦ τιμιωτάτου κτήματος ἀποσυλήσαντες, Χαρικλείας, οἴμοι, τῶν ἐμῶν ὀφθαλμῶν. ὢ τῆς ἀμειλίκτου καθ̓ ἡμῶν τοῦ δαίμονος φιλονεικίας. τὴν πρώτην μοι

p.120
καὶ γνησίαν, ὡς ἴστε, θυγατέρα ταῖς νυμφικαῖς λαμπάσι συναπέσβεσε: τὴν μητέρα μοι τὴν ἐκείνης ἐπὶ νεαρῷ τῷ πάθει συναπήγαγεν: ἐμὲ τῆς ἐνεγκούσης ἐξήλασεν. ἀλλ̓ ἦν πάντα φορητὰ μετὰ τὴν Χαρικλείας εὕρεσιν. Χαρίκλειά μοι βίος ἦν, ἐλπὶς καὶ διαδοχὴ τοῦ γένους: Χαρίκλεια μόνη παραψυχὴ καὶ ὡς εἰπεῖν ἄγκυρα. καὶ ταύτην ὑπετέμετο καὶ παρήνεγκεν ὅ τι ποτέ ἐστι τὸ εἰληχός με κλυδώνιον, οὐχ ἁπλῶς τοῦτο, οὐδ̓ ὅτε ἔτυχεν, ἀλλὰ καθ̓ ὃν εἴωθε καιρὸν ἀωρὶ καὶ ὠμὰ κατ̓ ἐμοῦ κωμάζειν, ἀπ̓ αὐτῶν μικροῦ τῶν παστάδων, ἄρτι τῶν γάμων ἅπασιν ὑμῖν προκεκηρυγμένων.