Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐπὶ τούτοις ὁ Σισιμίθρης, τὰ μὲν πρῶτα, ἔφη, τῶν ζητουμένων ἔχει σοι λύσιν. ὁ γὰρ ἀνελόμενος ἐκτεθεῖσαν καὶ ἀναθρέψας λάθρᾳ, καὶ εἰς Αἴγυπτον κομίσας ὅτε με πρεσβευτὴν ἔστειλας, οὗτος ἐγὼ εἰμί. καὶ ὡς οὐ θεμιτὸν ἡμῖν τὸ ψεῦδος, οἶσθα προλαβών. γνωρίζω καὶ τὴν ταινίαν τοῖς βασιλείοις Αἰθιόπων γράμμασιν, ὡς ὁρᾷς, κεχαραγμένην, καὶ οὐ παρέχουσαν ἀμφιβολίαν ἀλλαχόσε συντετάχθαι, Περσίνης δὲ αὐτοχειρίᾳ κατεστίχθαι παρὰ σοὶ μάλιστα γνωριζομένην. ἀλλ̓ ἦν καὶ ἕτερα συνεκτεθέντα γνωρίσματα, δοθέντα παῤ ἐμοῦ τῷ ὑποδεξαμένῳ τὴν κόρην, ἀνδρὶ Ἕλληνί τε καὶ ὡς ἐφαίνετο, καλῷ τε καὶ ἀγαθῷ. σώζεται, ἔφη, ταῦτα, ἡ Χαρίκλεια. καὶ ἅμα ἐπεδείκνυ τοὺς ὅρμους. πλέον ἡ Περσῖνα ἰδοῦσα κατεπλάγη, καὶ πυνθανομένου τοῦ Ὑδάσπου τίνα ταῦτα εἴη καὶ εἴ τι πλέον ἔχοι ἐκδιδάσκειν, ἀπεκρίνατο οὐδὲν ἢ ὅτι γνωρίζει μέν, κατ̓ οἶκον δὲ ταῦτα ἐξετάζειν καλόν. αὖθις οὖν ἀδημονῶν ὁ Ὑδάσπης ἐφαίνετο. καὶ ἡ Χαρίκλεια, ταῦτα μὲν ἂν εἴη τῆς μητρὸς τὰ γνωρίσματα, σὸν δὲ ἴδιον ὅδε ὁ δακτύλιος. καὶ ἐδείκνυ τὴν παντάρβην. ἐγνώρισεν ὁ Ὑδάσπης, δεδωκὼς δῶρον τῇ Περσίνῃ παρὰ τὴν μνηστείαν. καὶ ὦ

p.287
βελτίστη ἔφη, τὰ μὲν γνωρίσματα ἐμά, σὲ δὲ ἐμὴν οὖσαν τούτοις κεχρῆσθαι, καὶ μὴ ἄλλως ἐπιτυχοῦσαν, οὐδέπω γνωρίζω: πρὸς γὰρ τοῖς ἄλλοις, καὶ χροιὰ ξένη τῆς Αἰθιοπίδος λαμπρύνει. καὶ ὁ Σισιμίθρης, λευκήν, ἔφη, κἀγὼ τότε ἀνειλόμην ἣν ἀνειλόμην. ἄλλως τε καὶ τῶν ἐτῶν ὁ χρόνος συμβαίνει πρὸς τὴν παροῦσαν τῆς κόρης ἡλικίαν, ἑπτακαίδεκά που τῶν πάντων ταύτῃ τε καὶ τῇ ἐκθέσει πληρουμένων. ἐμοὶ δὲ καὶ τῶν ὀφθαλμῶν τὸ βλέμμα προΐσταται, καὶ τὸν ὅλον τῆς ὄψεως χαρακτῆρα καὶ τὸ ὑπερφυὲς τῆς ὥρας ὁμολογοῦντα τοῖς τότε τὰ νυνὶ φαινόμενα γνωρίζω. ταυτὶ μὲν ἄριστα ὦ Σισιμίθρη, πρὸς αὐτὸν ὁ Ὑδάσπης, καὶ ὡς ἄν τις ἐκθυμότατα συνηγορῶν μᾶλλον ἢ δικάζων. ἀλλ̓ ὅρα μὴ μέρος τι λύων ἕτερον ἀνακινεῖς ἀπόρημα, δεινόν τε καὶ οὐδαμῶς ἀπολύσασθαι τὴν ἐμοὶ συμβιοῦσαν εὔπορον. λευκὴν γὰρ πῶς ἂν Αἰθίοπες ἀμφότεροι παρὰ τὸ εἰκὸς ἐτεκνώσαμεν; ὑποβλέψας οὖν ὁ Σισιμίθρης καί τι εἰρωνικὸν ὑπομειδιάσας, σὺ μὲν οὐκ οἶδα, ἔφη, ὅ τι πάσχεις ἀπὸ τοῦ τρόπου τοῦ σοῦ, τὸ παρὸν συνηγορίαν ἡμῖν ὀνειδἰζων, ἣν οὐκ ἂν ἐν φαύλῳ ποιησαίμην: δικαστὴν γὰρ ὁρίζομεν γνήσιον τὸν τοῦ δικαίου συνήγορον. τί δὲ οὐχὶ σοὶ μᾶλλον ἢ τῇ κόρῃ συνηγορῶν φανήσομαι, πατέρα σε σὺν τοῖς θεοῖς ἀναδεικνύς, καὶ ἣν ἐκ σπαργάνων περιέσωσα ὑμῖν θυγατέρα, ταύτην καὶ νῦν ἀνασωζομένην ἐπ̓ ἀκμῆς οὐ περιορῶν. ἀλλὰ σὺ μὲν ἃ βούλει γίγνωσκε περὶ ἡμῶν, οὐδένα ὑπόλογον τούτου ποιουμένων: οὐ γὰρ πρὸς τὴν ἑτέρων ἀρέσκειαν βιοῦμεν, τὸ δὲ αὐτὸ καλὸν κἀγαθὸν ζηλοῦντες ἑαυτοὺς πείθειν ἀγαπῶμεν. τῆς γε μὴν κατὰ τὴν χροιὰν ἀπορίας φράζει μέν σοι καὶ ἡ ταινία τὴν λύσιν, ὁμολογούσης ἐν αὐτῇ ταυτησὶ Περσίνης ἐσπακέναι τινὰ εἴδωλα καὶ φαντασίας ὁμοιοτήτων ἀπὸ τῆς κατὰ τὴν Ἀνδρομέδαν πρὸς
p.288
σὲ ὁμιλίας ὁρωμένης. εἰ δ̓ οὖν καὶ ἄλλως πιστώσασθαι βούλει, πρόκειται τὸ ἀρχέτυπον: ἐπισκόπει τὴν Ἀνδρομέδαν, ἀπαράλλακτον ἐν τῇ γραφῇ καὶ ἐν τῇ κόρῃ δεικνυμένην.

ἐκόμιζον ἀράμενοι τὴν εἰκόνα πρὸς τὰ λεχθέντα οἱ ὑπηρέται, καὶ πλησίον τῆς Χαρικλείας ἀντεγείραντες τοσοῦτον ἐκίνησαν παρὰ πάντων κρότον καὶ θόρυβον, ἄλλων πρὸς ἄλλους, ὅσοι καὶ κατὰ μικρὸν συνίεσαν τὰ λεγόμενα καὶ πραττόμενα, διαδηλούντων, καὶ πρὸς τὸ ἀπηκριβωμένον τῆς ὁμοιότητος σὺν περιχαρείᾳ ἐκπλαγέντων, ὥστε καὶ τὸν Ὑδάσπην οὐκέτι μὲν ἀπιστεῖν ἔχειν, ἐφεστάναι δὲ πολὺν χρόνον ὑφ̓ ἡδονῆς ἅμα καὶ θαύματος ἐχόμενον. ὁ δὲ Σισιμίθρης, ἓν ἔτι λείπεται, ἔφη: περὶ βασιλείας γὰρ καὶ τῆς κατ̓ αὐτὴν γνησίας διαδοχῆς ὁ λόγος, καὶ πρό γε πάντων ἀληθείας αὐτῆς. γύμνωσον τὴν ὠλένην ὦ κόρη. μέλανι συνθήματι τὸ ὑπὲρ πῆχυν ἐσπίλωτο. οὐδὲν ἀπρεπὲς γυμνούμενον τὸ φύντων καὶ γένους μαρτύριον. ἐγύμνωσεν αὐτίκα ἡ Χαρίκλεια τὴν λαιάν, καὶ ἦν τις ὥσπερ ἔβενος περίδρομος ἐλέφαντα τὸν βραχίονα μιαίνων.

οὐκέτι κατεῖχεν ἡ Περσῖνα, ἀλλ̓ ἀθρόον τε ἀνήλατο τοῦ θρόνου, καὶ προσδραμοῦσα περιέβαλλέ τε, καὶ περιφῦσα ἐδάκρυέ τε καὶ πρὸς τὸ ἀκατάσχετον τῆς χαρᾶς μυκηθμῷ τινὶ προσεοικὸς ἀνωρύετο ʽὑπερβολὴ γὰρ ἡδονῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεἶ, μικρόν τε ἔφθη συγκατενεχθῆναι τῇ Χαρικλείᾳ. ὁ δὲ Ὑδάσπης ἠλέει μὲν τὴν γυναῖκα ὀδυρομένην ὁρῶν, καὶ εἰς συμπάθειαν ἐκάμπτετο τὴν διάνοιαν, τὸ ὄμμα δὲ οἱονεὶ κέρας ἢ σίδηρον εἰς τὰ ὁρώμενα τείνας εἱστήκει πρὸς τὰς ὠδῖνας τῶν δακρύων ἀπομαχόμενος: καὶ τῆς ψυχῆς αὐτῷ πατρικῷ τε πάθει καὶ ἀνδρείῳ τῷ λήματι κυματουμένης, καὶ τῆς γνώμης ὑπ̓ ἀμφοτέρων στασιαζομένης

p.289
καὶ πρὸς ἑκατέρου καθάπερ ὑπὸ σάλου μετασπωμένης, τελευτῶν ἡττήθη τῆς τὰ πάντα νικώσης φύσεως, καὶ πατὴρ οὐκ εἶναι μόνον ἐπείθετο, ἀλλὰ καὶ πάσχειν ὅσα πατὴρ ἠλέγχετο. καὶ τὴν Περσῖναν συγκατενεχθεῖσαν τῇ θυγατρὶ καὶ συγκαταπεπλεγμένην ἀνεγείρων, οὐκ ἔλαθε καὶ τὴν Χαρίκλειαν ἐναγκαλιζόμενος καὶ δακρύων ἐπιρροῇ πατρικὰ πρὸς αὐτὴν σπενδόμενος. οὐ μὴν εἰς τὸ παντελές γε ἐξεκρούσθη τῶν πρακτέων, ἀλλ̓ ὀλίγον ἐπιστάς, τόν τε δῆμον κατοπτεύσας ἀπὸ τῶν ἴσων παθῶν κεκινημένον, καὶ πρὸς τὴν σκηνοποιίαν τῆς τύχης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ ἐλέου δακρύοντας, ἠχήν τέ τινα θεσπεσίαν ἄχρις αἰθέρος αἴροντας, καὶ οὔτε κηρύκων σιγὴν ἐπιταττόντων ἐπαΐοντας οὔτε τὸ βούλημα τοῦ ταράχου προδήλως ἐκφαίνοντας, τὴν χεῖρα προτείνας καὶ κατασείων πρὸς ἡσυχίαν τὸ κλυδώνιον τοῦ δήμου κατέστελλε, καὶ ὦ παρόντες ἔλεγεν, οἱ μὲν θεοὶ πατέρα με, ὡς ὁρᾶτε καὶ ἀκούετε, πάσης ἐπέκεινα προσδοκίας ἀνέδειξαν, καὶ θυγατὴρ εἶναί μοι ἥδε ἡ κόρη πολλαῖς ταῖς ἀποδείξεσι γνωρίζεται: ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι τῆς εἰς ὑμᾶς τε καὶ τὴν ἐνεγκοῦσαν εὐνοίας ὥστε μικρὰ φροντίσας καὶ γένους διαδοχῆς καὶ πατρῴας ἀνακλήσεως, ἃ δὴ πάντα μοι διὰ τῆσδε ἔμελλεν ἔσεσθαι, θεοῖς ἱερουργεῖν ὑπὲρ ὑμῶν ἐπείγομαι. ὁρῶ μὲν γὰρ ὑμᾶς δακρύοντας καὶ ἀνθρώπινόν τι πάθος ἀναδεδειγμένους, καὶ ἐλεοῦντας μὲν τὴν ἀωρίαν τῆς κόρης, ἐλεοῦντας δὲ καὶ τὴν ἐμὴν μάτην προσδοκηθεῖσαν τοῦ γένους διαδοχήν ὅμως δ̓ οὖν ἀνάγκη, καὶ ὑμῶν ἴσως μὴ βουλομένων, τῷ πατρίῳ πείθεσθαι νόμῳ, τῶν ἰδίων λυσιτελῶν τὸ τῆς πατρίδος ἐπίπροσθεν ποιούμενον. εἰ μὲν γὰρ τοῖς θεοῖς οὕτω φίλον ὥστε παρέχεσθαί τε ἅμα καὶ ἀφαιρεῖσθαι ʽτοῦτο γὰρ ἤδη πάλαι τε πέπονθα γεννηθείσης καὶ πάσχω τὸ
p.290
παρὸν εὑρεθείσησ̓, οὐκ ἔχω λέγειν, ὑμῖν δὲ καταλείπω σκοπεῖν, οὐδ̓ εἴπερ, ἣν ἐξῴκισαν τῆς ἐνεγκούσης ἐπὶ πέρατα γῆς ἔσχατα, αὖθις δὲ θαυματουργοῦντες ἐν αἰχμαλώτῳ τῇ τύχῃ φέροντες ἐνεχείρισαν, ταύτην αὑτοῖς πάλιν ἱερουργουμένην προσδέξονται. καὶ ἣν ὡς πολέμιον οὐκ ἀνεῖλον καὶ αἰχμάλωτον γενομένην οὐκ ἐλυμηνάμην, ταύτην θυγατέρα φανεῖσαν ἐναγίζειν, ὡς καὶ ὑμῖν ὄντος κατὰ βούλησιν τοῦ πράγματος, οὐχ ὑπερθήσομαι, οὐδὲ πήσομαι ὃ καὶ ἄλλῳ πάσχοντι πατρὶ συγγνωστὸν ἴσως ἂν ἦν, οὐδὲ ὀκλάσω, οὐδὲ εἰς ἱκεσίαν τρέψομαι συγγνώμην δοῦναι καὶ ἀφοσιώσασθαι τὸ παρὸν πρὸς τὸν νόμον, τῇ φύσει πλέον καὶ τοῖς ἐκ ταύτης πάθεσι προσθεμένους, ὡς ἐξὸν καὶ ἑτέρῳ τρόπῳ θεραπεύειν τὸ θεῖον. ἀλλ̓ ὅσῳ συμπάσχοντες ἡμῖν οὐ λελήθατε καὶ ὡς ἴδια τὰ ἡμέτερα πάθη περιαλγοῦντες, τοσούτῳ κἀμοὶ προτιμότερα τὰ ὑμέτερα, ὀλίγον μὲν τῆς ἀκληρίας λόγον ποιουμένῳ, ὀλίγον δὲ τῆς ἀθλίας ταυτησὶ Περσίνης κατοδυρομένης, πρωτοτόκου τε ἅμα καὶ ἀγόνου καθισταμένης. ὥστε, εἰ δοκεῖ, παύσασθε μὲν δακρύοντες καὶ ἡμᾶς κατοικτιζόμενοι μάτην, τῆς δὲ ἱερουργίας ἐχώμεθα. σὺ δὲ ὦ θύγατερ ʽπρῶτα γάρ σε καὶ ὕστατα τὸ ποθητὸν ὄνομα τοῦτο προσφθέγγομαἰ, ὦ μάτην μὲν ὡραία, μάτην δὲ ἀνευραμένη τοὺς γεννήσαντας, ὦ τῆς ἀλλοδαπῆς βαρυτέραν τὴν πατρίδα δυστυχήσασα, ὦ σωτηριώδους μὲν τῆς ξένης, ἐπ̓ ὀλέθρῳ δὲ πειρωμένη τῆς ἐνεγκούσης, μή μοι σύγχει τὸν θυμὸν ὀδυρομένη, ἀλλὰ τὸ ἀνδρεῖον ἐκεῖνό σου φρόνημα καὶ βασίλειον νῦν, εἴπερ ποτὲ καὶ πρότερον, ἐπιδείκνυσο, καὶ ἕπου τῷ γεννήσαντι, νυμφοστολῆσαι μὲν οὐ δυνηθέντι, οὐδὲ ἐπὶ παστάδας καὶ θαλάμους ἀγάγοντι, πρὸς δὲ θυσίαν κοσμοῦντι καὶ δᾷδας οὐ γαμηλίους ἀλλ̓ ἐπιβωμίους ἅπτοντι, καὶ τὴν ἄμαχον ταυτηνὶ τοῦ κάλλους
p.291
ἀκμὴν ἀνθ̓ ἱερείων προσάγοντι. ὑμεῖς δὲ ἱλήκοιτε οἱ θεοὶ τῶν εἰρημένων, εἰ δή τι πρὸς τοῦ πάθους νικώμενος οὐκ εὐαγὲς ἐφθεγξάμην ὁ τέκνον ὁμοῦ καλεσάμενος καὶ τεκνοκτόνος γινόμενος.

καὶ ταῦτα εἰπὼν ὃ μὲν ἐπέβαλε τῇ Χαρικλείᾳ τὰς χεῖρας, ἄγειν μὲν ἐπὶ τοὺς βωμοὺς καὶ τὴν ἐπ̓ αὐτῶν πυρκαϊὰν ἐνδεικνύμενος, πλείονι δὲ αὐτὸς πυρὶ τῷ πάθει τὴν καρδίαν σμυχόμενος, καὶ τὴν ἐπιτυχίαν τῶν ἐνηδρευμένων τῇ δημηγορίᾳ λόγων ἀπευχόμενος. τὸ δὲ πλῆθος τῶν Αἰθιόπων ἐσείσθη πρὸς τὰ εἰρημένα, καὶ οὐδὲ πρὸς βραχὺ τῆς Χαρικλείας ἀγομένης ἀνασχόμενοι μέγα τι καὶ ἀθρόον ἐξέκραγον, σῶζε τὴν κόρην ἀναβοῶντες, σῶζε τὸ βασίλειον αἷμα, σῶζε τὴν ὑπὸ θεῶν σωθεῖσαν. ἔχομεν τὴν χάριν, πεπλήρωται ἡμῖν τὸ νόμιμον. ἐγνωρίσαμεν ὡς βασιλέα: γνώριζε καὶ σὺ σαυτὸν ὡς πατέρα. ἱλήκοιεν οἱ θεοὶ τῆς δοκούσης παρανομίας. πλέον παρανομήσομεν ἀνθιστάμενοι τοῖς ἐκείνων βουλήμασι. μηδεὶς ἀναιρείτω τὴν ὑπ̓ ἐκείνων περισωθεῖσαν. ὁ τοῦ δήμου πατὴρ γίγνου καὶ κατ̓ οἶκον πατήρ. καὶ μυρίας ἐπὶ τούτοις καὶ ὁμοίας φωνὰς ἱέντες, τέλος καὶ ἔργῳ ἔργῳ τὸ κωλύειν ἐπεδείκνυντο, προϊστάμενοί τε καὶ ἀνθιστάμενοι, καὶ διὰ τῶν ἄλλων θυσιῶν ἱλάσκεσθαι τὸ θεῖον αἰτοῦντες.

ὁ δὲ Ὑδάσπης ἑκών τε καὶ χαίρων προσίετο τὴν ἧτταν, τὴν εὐκτὴν ταυτηνὶ βίαν αὐθαίρετος ὑπομένων, καὶ τοὺς δήμους ἐπαλλήλοις ταῖς ἐκβοήσεσι χρονιώτερον ἐντρυφῶντας καὶ ταῖς εὐφημίαις ἀγερωχότερον ἐπισκιρτῶντας ὁρῶν τοῖς μὲν ἐμφορηθῆναι τῆς ἡδονῆς ἐνεδίδου, κατασταλῆναί ποτε πρὸς ἡσυχίαν ἑκόντας ἀναμένων,

αὐτὸς δὲ πλησιαίτερον τῇ Χαρικλείᾳ παραστάς, ὦ φιλτάτη, ἔλεγεν, ἐμὴν μὲν εἶναί σε θυγατέρα τά τε γνωρίσματα ἐμήνυσε καὶ ὁ σοφὸς Σισιμίθρης

p.292
ἐμαρτύρησε καὶ τὸ τῶν θεῶν εὐμενὲς πρὸ πάντων ἀνέδειξεν. ἀλλ̓ οὑτοσὶ τίς ποτέ ἐστιν ὁ σοὶ μὲν ἅμα συλληφθεὶς καὶ εἰς τὰς ἐπινικίους σπονδὰς τοῖς θεοῖς συμφυλαχθείς, νυνὶ δὲ τοῖς βωμοῖς εἰς τὴν ἱερουργίαν προσιδρυμένος; ἢ πῶς αὐτὸν ἀδελφὸν ὠνόμαζες, ὅτε μοι τὸ πρῶτον κατὰ τὴν Συήνην προσήχθητε; οὐ γὰρ δή που καὶ αὐτὸς ἡμέτερος υἱὸς εὑρεθήσεται: ἅπαξ γὰρ Περσῖνα καὶ σὲ μόνην ἐκυοφόρησε. καὶ ἡ Χαρίκλεια σὺν ἐρυθήματι κάτω νεύσασα, τὸν μὲν ἀδελφὸν ἐψευσάμην, ἔφη, τῆς χρείας τὸ πλάσμα συνθείσης: ὅστις δέ ἐστιν ἀληθῶς, αὐτὸς ἂν λέγοι βέλτιον. ἀνήρ τε γάρ ἐστι, καὶ εὐθαρσέστερον ἐμοῦ τῆς γυναικὸς ἐξαγορεύειν οὐκ αἰσχυνθήσεται. καὶ ὁ Ὑδάσπης μὴ συμβαλὼν τὸν νοῦν τῶν εἰρημένων, σύγγνωθι, ἔφη, θυγάτριον, κατερυθριάσασα δἰ ἡμᾶς παρθενικῆς αἰδοῦς ἀνοίκειον πεῦσιν ὑπὲρ νεανίου σοι προσαγαγόντας. ἀλλὰ σὺ μὲν κατὰ τὴν σκηνὴν ἅμα τῇ μητρὶ κάθησο, ἐνευφραίνεσθαί τέ σοι παρέχουσα, πλέον ἢ ὅτε σε ἔτικτεν ὠδινούσῃ τὴν ἐπὶ σοὶ τὸ παρὸν ἀπόλαυσιν, καὶ τοῖς κατὰ σαυτὴν διηγήμασι παρηγοροῦσα: ἡμῖν δὲ τῶν ἱερείων μελήσει, τῆς ἀντὶ σοῦ σφαγιασθησομένης ἅμα τῷ νεανίᾳ παντοίως, εἴ τινα εὕροιμεν ἀνταξίαν, ἐπιλεχθείσης.

καὶ ἡ Χαρίκλεια μικροῦ μὲν καὶ ἐξωλόλυξε, πρὸς τὴν δήλωσιν τῆς τοῦ Θεαγένους σφαγῆς ἐκτραχυνθεῖσα: μόγις δ̓ οὖν τὸ συμφέρον ἀντιτιθεμένη πρὸς τὸ ἐκμανὲν τοῦ πάθους καὶ διὰ τὸ χρειῶδες ἐγκαρτερῆσαι βιασαμένη, πάλιν ὑφεῖρπε τὸν σκοπόν, καὶ ὦ δέσποτα ἔλεγεν, ἀλλ̓ οὐδὲ κόρην μὲν ἴσως ἔτι ἐχρῆν σε ἐπιζητεῖν, ἅπαξ τοῦ δήμου τὸ ἱερεῖον τὸ θῆλυ δἰ ἐμοῦ συγχωρήσαντος: εἰ δ̓ οὖν προσφιλονεικοίη τις ἄρτιον καὶ ἐξ ἑκατέρου γένους ἐπιτελεῖσθαι τὴν ἱερουργίαν, ὥρα σοι μὴ κόρην μόνην ἀλλὰ καὶ νεανίαν ἄλλον ἐπιζητεῖν, ἢ

p.293
μὴ τοῦτο ποιοῦντα μηδὲ κόρην ἄλλην, ἀλλ̓ ἐμὲ πάλιν σφαγιάζειν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ τὴν αἰτίαν διότι τοῦτο λέγει πυνθανομένου, ὅτι, ἔφη, καὶ ἐμοὶ ζῶντι συζῆν καὶ θνήσκοντι συντεθνάναι τῷδε πρὸς τοῦ δαιμονίου καθείμαρται.

πρὸς ταῦτα ὁ Ὑδάσπης, οὔπω τῶν ὄντων ἐπήβολος γινόμενος, ἐπαινῶ μέν σε τῆς φιλανθρωπίας, ὦ θύγατερ, ἔφη, ξένον καὶ Ἕλληνα καὶ ἥλικα καὶ συναιχμάλωτον καὶ συνήθειαν πρὸς σὲ τὴν ἐκ τῆς ἐκδημίας κεκτημένον χρηστῶς κατελεοῦσαν καὶ περισώζειν ἐπινοοῦσαν: ἀλλ̓ οὐκ ἔστιν ὅπως ἂν ἐκεῖνος ἐξαιρεθείη τῆς ἱερουργίας. ἄλλως τε γὰρ οὐκ εὐαγὲς παντάπασι περιγραφῆναι τὸ πάτριον τῆς τῶν ἐπινικίων θυσίας: καὶ ἅμα οὐδ̓ ἂν ὁ δῆμος ἀνάσχοιτο, μόλις καὶ πρὸς τὴν ἐπὶ σοὶ συγχώρησιν θεῶν εὐμενείᾳ κινηθείς. ἡ δὴ οὖν Χαρίκλεια, ὦ βασιλεῦ, ἔφη, ʽπατέρα γάρ σε καλεῖν τάχα οὐκ ἐγγίνεται,ʼ εἰ μὲν δὴ θεῶν εὐμενείᾳ σῶμα τοὐμὸν περισέσωσται, τῆς αὐτῆς ἂν γένοιτο εὐμενείας καὶ τὴν ἐμὴν ἐμοὶ περισῶσαι ψυχήν, ἣν ἀληθῶς εἶναί μοι ψυχὴν ἐπικλώσαντες ἴσασιν. εἰ δὲ τοῦτο ἀβούλητον μοίραις εὑρίσκοιτο, καὶ δεήσει πάντως τὰ ἱερεῖα κοσμῆσαι σφαγιασθέντα τὸν ξένον, ἓν γοῦν μοι χαρίσασθαι νεῦσον: αὐτήν με κέλευσον αὐτουργῆσαι τὸ θῦμα, καὶ τὸ ξίφος ὡς κειμήλιον δεξαμένην περίβλεπτον ἐπ̓ ἀνδρείᾳ παῤ Αἰθίοψιν ἀναδειχθῆναι.

διαταραχθεὶς δὲ πρὸς ταῦτα ὁ Ὑδάσπης, ἀλλ̓ οὐ συνίημι μέν, ἔφη, τὴν πρὸς ἐναντία σου τῆς γνώμης μεταβολήν, ἀρτίως μὲν ὑπερασπίζειν τοῦ ξένου πειρωμένης, νυνὶ δὲ ὡς πολεμίου τινὸς αὐτόχειρα γενέσθαι παρακαλούσης. ἀλλ̓ οὐδὲ σεμνόν τι καὶ ἐπίδοξον, ὅσα γε πρὸς σὲ καὶ τὴν σὴν ἡλικίαν, ἐνορῶ τῇ πράξει. καὶ τούτου δὲ ὄντος, τὸ δυνατὸν οὐκ ἔστι: μόνοις γὰρ τοῖς

p.294
ἱερωμένοις τῷ τε Ἡλίῳ καὶ τῇ Σεληναίᾳ πρὸς τῶν πατρίων ἀποκεκλήρωται ἥδε ἡ πρᾶξις, καὶ τούτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῦ μὲν γυναικὶ τῆς δὲ ἀνδρὶ συνοικούσης: ὥστε ἡ κατὰ σὲ παρθενία κωλύει τὴν οὐκ οἶδ̓ ὅπως γινομένην αἴτησιν. ἀλλὰ τούτου γε ἕνεκεν οὐδὲν ἐμπόδιον, ἔφη ἡ Χαρίκλεια, λάθρᾳ καὶ παρὰ τὸ οὖς τῇ Περσίνῃ προσκύψασα: ἔστι γὰρ κἀμοὶ μῆτερ ὁ τὸ ὄνομα τοῦτο πληρῶν, εἰ καὶ ὑμεῖς βουληθείητε. βουλησόμεθα, εἶπεν ἡ Περσῖνα μειδιάσασα, καὶ αὐτίκα μάλα ἐκδώσομεν, θεῶν νευόντων, σοῦ τε καὶ ἡμῶν ἄξιον ἐπιλεξάμενοι. καὶ ἡ Χαρίκλεια γεγωνότερον, οὐδὲν δεῖ ἐπιλέγειν, ἔφη, τὸν ὄντα ἤδη.

καὶ λέγειν τι φανερώτερον μελλούσης ʽτολμᾶν γὰρ τὸ κατεπεῖγον καὶ τὴν αἰδῶ τὴν παρθένιον περιορᾶν τὸ ἐν ὀφθαλμοῖς ὁρώμενον τοῦ κινδύνου τῷ Θεαγένει κατηνάγκαζεν̓ οὐκέτι κατασχὼν ὁ Ὑδάσπης, ὦ θεοί, ἔφη, ὡς κακὰ τοῖς καλοῖς ἐοίκατε μιγνύναι καὶ τὴν ἀπ̓ ἐλπίδος μοι δωρηθεῖσαν πρὸς ὑμῶν εὐδαιμονίαν τὸ μέρος κωλύειν, θυγατέρα μὲν ἀπροσδόκητον, ἀλλὰ παράφρονά πως ἀναδείξαντες. πῶς γὰρ οὐ παραπλῆγος τὸ νόημα τῆς ἀλλόκοτα ῥήματα προϊεμένης; ἀδελφὸν ὠνόμαζε τὸν μὴ ὄντα: τὸν ὄντα, ὅστις ἐστὶν ὁ ξένος ἐρωτωμένη, ἀγνοεῖν ἔλεγεν. αὖθις ἐζήτει περισώζεσθαι ὡς φίλον τὸν ἀγνοούμενον: ἀδύνατον εἶναι μαθοῦσα τὴν αἴτησιν, αὐτὴ καταθύειν ὡσανεὶ πολεμιώτατον ἱκέτευε. καὶ τοῦτο ὡς οὐ θεμιτὸν λεγόντων, μιᾷ μόνῃ καὶ ταύτῃ ὑπάνδρῳ τῆς τοιᾶσδε θυσίας καθωσιωμένης, ἄνδρα ἔχειν ἐμφαίνει, τὸν τίνα οὐ προστιθεῖσα. πῶς γὰρ τόν γε μήτε ὄντα μήτε γεγενῆσθαι αὐτῇ διὰ τῆς ἐσχάρας ἀποδειχθέντα; εἰ μὴ ἄρα παρὰ ταύτῃ μόνῃ ψεύδεται μὲν τὸ παῤ Αἰθίοψιν ἀψευδὲς τῶν καθαρευόντων πειρατήριον, καὶ ἐπιβᾶσαν ἄφλεκτον ἀποπέμπεται, καὶ

p.295
παρθενεύειν νόθως χαρίζεται, μόνῃ δὲ ἔξεστι φίλους καὶ πολεμίους τοὺς αὐτοὺς ἐν ἀκαρεῖ καταλέγειν, ἀδελφοὺς δὲ καὶ ἄνδρας τοὺς μὴ ὄντας ἀναπλάττειν. ὥστε ὦ γύναι σὺ μὲν εἰς τὴν σκηνὴν εἴσιθι, καὶ ταύτην κατάστελλε πρὸς τὸ νηφάλιον, εἴτε ὑπό του θεῶν τοῖς ἱερείοις ἐπιφοιτήσαντος ἐκβακχευομένην, εἴτε καὶ δἰ ὑπερβολὴν χαρᾶς τῶν ἀνελπίστως εὐτυχηθέντων τὸν νοῦν παραφερομένην. ἐγὼ δὲ τὴν ὀφείλουσαν τοῖς θεοῖς ἀντὶ τῆσδε σφαγιασθῆναι καὶ ζητεῖν καὶ ἀνευρεῖν τινὶ προστάξας, ἕως ἂν τοῦτο γίνηται, εἰς τὸ χρηματίσαι ταῖς ἐκ τῶν ἐθνῶν ἡκούσαις πρεσβείαις καὶ δῶρα τὰ ἐπὶ τοῖς ἐπινικίοις προσκομιζόμενα παῤ αὐτῶν ὑποδέξασθαι τρέψομαι.

καὶ ταῦτα εἰπών, τῆς τε σκηνῆς πλησίον ἐφ̓ ὑψηλοῦ προκαθίσας, ἥκειν τοὺς πρεσβευτάς, καὶ εἴ τινα ἐπικομίζοιντο δῶρα, προσάγειν ἐκέλευεν. ὁ δὴ οὖν εἰσαγγελεὺς Ἁρμονίας, εἰ πάντας ἅμα ἢ ἐν μέρει καὶ ἔθνους ἑκάστου κεκριμένως, καὶ δὴ εἰ καὶ ἰδίᾳ προσάγειν κελεύοι διηρώτα.

τοῦ δὲ ἐν τάξει καὶ διῃρημένως εἰπόντος, ὡς ἂν καὶ τῆς πρὸς ἀξίαν ἕκαστος μεταλαμβάνοι τιμῆς, πάλιν ὁ εἰσαγγελεύς, οὐκοῦν, ἔφη, ὦ βασιλεῦ, πρῶτος ἀδελφοῦ τοῦ σοῦ παῖς ἥξει Μερόηβος, ἀρτίως μὲν ἥκων, ἀπαγγελθῆναι δὲ ἑαυτὸν πρὸ τῆς παρεμβολῆς ἀναμένων. εἶτα, ὦ νωθέστατε καὶ ἠλίθιε, πρὸς αὐτὸν ὁ Ὑδάσπης, οὐ παραχρῆμα ἐμήνυες, οὐ πρεσβευτὴν ἀλλὰ βασιλέα τὸν ἀφιγμένον ἐπιστάμενος, καὶ τοῦτον ἀδελφοῦ παῖδα τοῦ ἐμοῦ, τελευτήσαντος μὲν οὐ πρὸ πολλοῦ, πρὸς ἐμοῦ δὲ εἰς τὸν ἐκείνου θρόνον ἐνιδρυθέντα καὶ ἀντὶ παιδὸς ἐμοὶ γινόμενον; ἐγίνωσκον ταῦτα, εἶπεν, ὦ δέσποτα, ὁ Ἁρμονίας: ἀλλὰ καιροῦ στοχάζεσθαι πρὸ πάντων ἐγίνωσκον, πράγματος τοῖς εἰσαγγελεῦσιν, εἴπερ τινὸς ἄλλου, δεομένου προνοίας.

p.296
σύγγνωθι οὖν εἰ πρὸς τὰς βασιλίδας σε κοινολογούμενον ἀπασχολῆσαι τῶν ἡδίστων ἐφυλαξάμην. ἀλλὰ νῦν γοῦν ἡκέτω τοῦ βασιλέως εἰπόντος, ἀπέτρεχέ τε ὁ προσταχθεὶς καὶ αὐτίκα ἐπανῄει μετὰ τοῦ προστάγματος.

καὶ ὤφθη ὁ Μερόηβος, ἀξιοπρεπές τι νεανίου χρῆμα, τὴν μὲν ἡλικίαν ἄρτι τὸν μείρακα παραλλάττων, δεκάδα ἐτῶν πρὸς ἑβδομάδι πληρῶν, μεγέθει δὲ τοὺς παρόντας σχεδὸν ἅπαντας ὑπερκύπτων, λαμπροῦ μὲν δορυφορήματος ὑπασπιστῶν προπομπεύοντος, τοῦ δὲ περιεστῶτος Αἰθιοπικοῦ στρατοῦ θαυμασμῷ τε ἅμα καὶ σεβασμῷ πρὸς τὸ ἀκώλυτον τὴν πάροδον διαστέλλοντος.

οὐ μὴν οὐδὲ ὁ Ὑδάσπης ἐπὶ τῆς καθέδρας ἐκαρτέρησεν, ἀλλ̓ ὑπήντα τε, καὶ μετὰ πατρικῆς τῆς φιλοφροσύνης περιπτυξάμενος πλησίον τε ἑαυτῷ καθίδρυσε, καὶ τὴν δεξιὰν ἐμβαλών, εἰς καιρὸν ἥκεις, ἔλεγεν, ὦ παῖ, τά τε ἐπινίκια συνεορτάσων καὶ τὰ γαμήλια θύσων: οἱ γὰρ πατρῷοι καὶ γενάρχαι θεοί τε καὶ ἥρωες ἡμῖν μὲν θυγατέρα σοὶ δὲ νύμφην, ὡς ἔοικεν, ἐξευρήκασιν. ἀλλὰ τῶν τελειοτέρων αὖθις ἀκουσόμενος, εἴ τί με βούλει χρηματίσαι τῷ ἔθνει τῆς ὑπὸ σοὶ βασιλείας, ἀνάγγελλε. ὁ δὲ Μερόηβ̔??ʼς πρὸς τὴν ἀκοὴν τῆς νύμφης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ αἰδοῦς οὐδὲ ἐν μελαίνῃ τῇ χροιᾷ διέλαθε φοινιχθείς, οἱονεὶ πρὸς αἰθάλην τοῦ ἐρυθήματος ἐπιδραμόντος. καὶ μικρὸν ἐφησυχάσας, οἱ μὲν ἄλλοι, ἔφη, ὦ πάτερ, τῶν ἡκόντων πρέσβεων τοῖς ἐκ τῆς ἑαυτῶν ἐξαιρέτοις ἕκαστος τὴν σὴν περίβλεπτον νίκην στέφοντες ξενιοῦσιν: ἐγὼ δὲ σὲ τὸν ἐν πολέμοις γεννάδαν τε καὶ ἀριστέα διαφανέντα προσφόρως τε καὶ ἀπὸ τῶν ὁμοίων δωρήσασθαι δικαιώσας, ἄνδρα σοι προσκομίζω πολέμων μὲν καὶ αἱμάτων ἀθλητὴν ἀνανταγώνιστον, πάλην δὲ καὶ πυγμὴν τὴν ἐν κόνει καὶ σταδίοις

p.297
ἀνυπόστατον. καὶ ἅμα νεύσας ἥκειν ἐπεδείκνυ τὸν ἄνδρα.

καὶ ὃς προσελθὼν εἰς μέσους προσεκύνει τὸν Ὑδάσπην, τοσοῦτός τις τὸ μέγεθος καὶ οὕτως ὠγύγιος ἄνθρωπος ὥστε τὸ γόνυ τοῦ βασιλέως φιλῶν μικροῦ φανῆναι τοῖς ἐφ̓ ὑψηλοῦ προκαθημένοις ἐξισούμενος. καὶ μηδὲ τὸ κελευσθῆναι ἀναμείνας, τὴν ἐσθῆτα ἀποδὺς γυμνὸς εἱστήκει, πάντα τὸν βουλόμενον ὅπλων τε καὶ χειρῶν εἰς ἅμιλλαν προκαλούμενος. ὡς δὲ οὐδεὶς παρῄει, πολλάκις διὰ κήρυκος τοῦ βασιλέως προτρεψαμένου, δοθήσεταί σοι, ἔφη, καὶ παῤ ἡμῶν, ὁ Ὑδάσπης, ἰσοστάσιον τὸ ἔπαθλον. καὶ εἰπὼν ἐλέφαντα πολυετῆ καὶ παμμεγέθη προσκομισθῆναι αὐτῷ προσέταττεν. ὡς δὲ ἤχθη τὸ ζῶον, ὃ μὲν ὑπεδέχετο ἄσμενος, ὁ δῆμος δὲ ἀθρόον ἐξεκάγχασε, τῷ ἀστεϊσμῷ τοῦ βασιλέως ἡσθέντες, καὶ τὴν δόξασαν αὐτοῖς ὑποκατάκλισιν τῷ ἐπιτωθασμῷ τῆς κατ̓ ἐκεῖνον μεγαλαυχίας παρηγορηθέντες.

μετὰ τοῦτον καὶ οἱ Σηρῶν προσήγοντο πρεσβευταί, τῶν παῤ αὐτοῖς ἀραχνίων νήματα καὶ ὑφάσματα, τὴν μὲν φοινικοβαφῆ τὴν δὲ λευκοτάτην ἐσθῆτα, προσκομίζοντες.

καὶ τούτων τῶν δώρων ὑποδεχθέντων, καὶ ἀφεθῆναι αὐτοῖς τῶν πάλαι τινὰς ἐν δεσμωτηρίῳ κατακρίτων ἀξιωσάντων, ἐπινεύσαντος τοῦ βασιλέως οἱ Ἀράβων τῶν εὐδαιμόνων προσῄεσαν, φύλλου τε τοῦ θυώδους καὶ κασσίας καὶ κινναμώμου καὶ τῶν ἄλλων οἷς ἡ Ἀραβία γῆ μυρίζεται, ἐκ πολλῶν ταλάντων ἑκάστου τὸν τόπον εὐωδίας ἐμπλήσαντες. παρῆσαν μετὰ τούτους οἱ ἐκ τῆς Τρωγλοδυτικῆς, χρυσόν τε τὸν μυρμηκίαν καὶ γρυπῶν ξυνωρίδα χρυσαῖς ἁλύσεσιν ἡνιοχουμένην προσκομίζοντες. ἐπὶ τούτοις ἡ Βλεμμύων παρῄει πρεσβεία, τόξα τε καὶ βελῶν ἀκίδας ἐκ δρακοντείων ὀστῶν εἰς στέφανον διαπλέξασα. καὶ ταῦτά σοι, ἔλεγον, ὦ βασιλεῦ, τὰ παῤ ἡμῶν δῶρα, πλούτου μὲν

p.298
τοῦ παρὰ τῶν ἄλλων λειπόμενα, παρὰ δὲ τὸν ποταμὸν ὑπὸ σοὶ μάρτυρι κατὰ Περσῶν εὐδοκιμήσαντα. πολυτελέστερα μὲν οὖν, ἔφη ὁ Ὑδάσπης, τῶν πολυταλάντων ξενίων: ἅ γε καὶ τὰ ἄλλα νυνί μοι προσκομίζεσθαι γέγονεν αἴτια. καὶ ἅμα εἴ τι βούλοιντο ἐπαγγέλλειν ἐπέτρεπε, καὶ μειωθῆναι αὐτοῖς ἐκ τῶν φόρων αἰτησάντων, τὸ σύμπαν εἰς δεκάδα ἐτῶν ἀνῆκε.

καὶ πάντων σχεδὸν τῶν κατὰ πρεσβείαν ἀφιγμένων ὀφθέντων, καὶ τοῖς ἴσοις ἑκάστους καὶ φιλοτιμοτέροις τοὺς πλείστους ἀμειψαμένου τοῦ βασιλέως, τελευταῖοι παρῆσαν οἱ Ἀξιομιτῶν πρεσβευταί, φόρου μὲν οὐκ ὄντες ὑποτελεῖς, φίλιοι δὲ ἄλλως καὶ ὑπόσπονδοι, καὶ τὸ ἐπὶ τοῖς κατωρθωμένοις εὐμενὲς ἐνδεικνύμενοι, δῶρα καὶ οὗτοι προσῆγον, ἄλλα τε καὶ δὴ ζώου τινὸς εἶδος ἀλλοκότου τε ἅμα καὶ θαυμασίου τὴν φύσιν, μέγεθος μὲν εἰς καμήλου μέτρον ὑψούμενον, χροιὰν δὲ καὶ δορὰν παρδάλεως φολίσιν ἀνθηραῖς ἐστιγμένον. ἦν δὲ αὐτῷ τὰ μὲν ὀπίσθια καὶ μετὰ κενεῶνας χαμαίζηλά τε καὶ λεοντώδη, τὰ δὲ ὠμιαῖα καὶ πόδες πρόσθιοι καὶ στέρνα πέρα τοῦ ἀναλόγου τῶν ἄλλων μελῶν ἐξανιστάμενα. λεπτὸς ὁ αὐχήν, καὶ ἐκ μεγάλου τοῦ λοιποῦ σώματος. εἰς κύκνειον φάρυγγα μηκυνόμενος. ἡ κεφαλὴ τὸ μὲν εἶδος καμηλίζουσα, τὸ δὲ μέγεθος στρουθοῦ Λιβύσσης εἰς διπλάσιον ὀλίγον ὑπερφέρουσα, καὶ ὀφθαλμοὺς ὑπογεγραμμένους βλοσυρῶς σοβοῦσα. παρήλλακτο καὶ τὸ βάδισμα χερσαίου τε ζώου καὶ ἐνύδρου παντὸς ὑπεναντίως σαλευόμενον, τῶν σκελῶν οὐκ ἐναλλὰξ ἑκατέρου καὶ παρὰ μέρος ἐπιβαίνοντος, ἀλλ̓ ἰδίᾳ μὲν τοῖν δυοῖν καὶ ἅμα τῶν ἐν δεξιᾷ, χωρὶς δὲ καὶ ζυγηδὸν τῶν εὐωνύμων σὺν ἑκατέρᾳ τῇ ἐπαιωρουμένῃ πλευρᾷ μετατιθεμένων. ὁλκὸν δὲ οὕτω τὴν κίνησιν καὶ τιθασὸν τὴν ἕξιν ὥστε ὑπὸ λεπτῆς μηρίνθου, τῇ κορυφῇ

p.299
περιελιχθείσης, ἄγεσθαι πρὸς τοῦ θηροκόμου, καθάπερ ἀφύκτῳ δεσμῷ τῷ ἐκείνου βουλήματι ὁδηγούμενον. τοῦτο φανὲν τὸ ζῶον τὸ μὲν πλῆθος ἅπαν ἐξέπληξε, καὶ ὄνομα τὸ εἶδος ἐλάμβανεν, ἐκ τῶν ἐπικρατεστέρων τοῦ σώματος αὐτοσχεδίως πρὸς τοῦ δήμου καμηλοπάρδαλις κατηγορηθέν, ταράχου γε μὴν τὴν πανήγυριν ἐνέπλησε.

γίνεται γάρ τι τοιοῦτον. τῷ βωμῷ τῆς μὲν Σεληναίας παρειστήκει ταύρων ξυνωρίς, τῷ δὲ τοῦ Ἡλίου τέτρωρον ἵππων λευκῶν εἰς τὴν ἱερουργίαν ηὐτρεπισμένων. ξένου δὴ καὶ ἀήθους τότε πρῶτον καὶ ἀλλοκότου ζώου φανέντος οἱονεὶ πρὸς φάσμα διαταραχθέντες, πτοίας τε ἐνεπίμπλαντο, καὶ τῶν κατεχόντων τὰ δεσμὰ σπαράξαντες τῶν τε ταύρων ἅτερος, ὁ μόνος, ὡς ἐῴκει, τὸ θηρίον κατωπτευκώς, καὶ δύο τῶν ἵππων εἰς φυγὴν ἀκατάσχετον ὥρμησαν, διεκπεσεῖν μὲν τὸν περίβολον τοῦ στρατοῦ μὴ δυνάμενοι, πυκνῷ τῷ συνασπισμῷ τῶν ὁπλιτῶν εἰς κύκλον τετειχισμένον, φερόμενοι δὲ ἀτάκτως καὶ τὸ μεσεῦον ἅπαν δρόμοις σεσοβημένοις ἐξελίττοντες, τό τε προστυχὸν ἅπαν εἴτε σκεῦος εἴτε ζῶον ἀνατρέποντες, ὥστε καὶ βοὴν αἴρεσθαι συμμιγῆ πρὸς τὸ γινόμενον, τὴν μὲν ὑπὸ δέους οἷς προσελάσειαν, τὴν δὲ ὑφ̓ ἡδονῆς οἷς καθ̓ ἑτέρους ἐναλλόμενοι τέρψιν τε καὶ γέλωτα τὴν τῶν ὑποπιπτόντων συντριβὴν παρεῖχον. ἐφ̓ οἷς οὐδὲ ἡ Περσῖνα καὶ ἡ Χαρίκλεια μένειν ἐφ̓ ἡσυχίας κατὰ τὴν σκηνὴν ἐκαρτέρησαν, ἀλλὰ τὸ καταπέτασμα μικρὸν παραστείλασαι θεωροὶ τῶν δρωμένων ἐγίνοντο. ἐνταῦθα ὁ Θεαγένης, εἴτ̓ οὖν οἴκοθεν ἀνδρείῳ τῷ λήματι κινούμενος τἴτε καὶ ἔκ του θεῶν ὁρμῇ χρησάμενος, τούς τε παρεστῶτας αὐτῷ φύλακας πρὸς τῆς καταλαβούσης ταραχῆς διεσκεδασμένους θεασάμενος, ὠρθώθη τε ἀθρόον, εἰς γόνυ πρὸς τοῖς βωμοῖς

p.300
πρότερον ὀκλάζων καὶ τὴν ὅσον οὐδέπω σφαγὴν ἀναμένων, καὶ σχίζαν τῶν ἐπικειμένων τοῖς βωμοῖς ἀναρπάζει. καὶ τῶν οὐ διαδράντων ἵππων ἑνὸς λαβόμενος τοῖς τε νώτοις ἐφίπταται, καὶ τῶν αὐχενίων τριχῶν ἐπιδραξάμενος, καὶ ὡς χαλινῷ τῇ χαίτῃ χρώμενος, μυωπίζει τε τῇ πτέρνῃ τὸν ἵππον, καὶ ἀντὶ μάστιγος τῇ σχίζῃ συνεχῶς ἐπισπέρχων ἐπὶ τὸν διαδράντα ταῦρον ἤλαυνε. τὰ μὲν δὴ πρῶτα φυγὴν εἶναι τοῦ Θεαγένους τὸ γινόμενον οἱ παρόντες ὑπελάμβανον, καὶ σὺν βοῇ μὴ ξυγχωρεῖν διεξελάσαι τὸ ὁπλιτικὸν ἕρκος τῷ πλησίον ἕκαστος διεκελεύετο: προϊόντος δὲ τοῦ ἐγχειρήματος, ὅτι μὴ ἀποδειλίασις ἦν μηδὲ ἀπόδρασις τοῦ σφαγιασθῆναι μετεδιδάσκοντο. καταλαβὼν γὰρ ὡς ὅτι τάχιστα τὸν ταῦρον, ἐπ̓ ὀλίγον μὲν κατ̓ οὐρὰν ἤλαυνεν, ὑπονύττων τε ἅμα καὶ εἰς ὀξύτερον δρόμον τὸν βοῦν ἐρεθίζων, καὶ ὅποι δὴ καὶ ὁρμήσειε τρεπομένῳ συνεφείπετο, τὰς ἐπιστροφάς τε καὶ ἐμβολὰς πεφυλαγμένως ἐκκλίνων.

ὡς δὲ εἰς συνήθειαν τῆς τε ὄψεως τῆς ἑαυτοῦ καὶ πράξεως ἐνεβίβασεν, ἀντίπλευρος ἤδη παρίππευε, χρωτί τε χρωτὸς ἐπιψαύων καὶ ἱππείῳ ταύρειον ἆσθμα καὶ ἱδρῶτα κεραννύων, καὶ τὸν δρόμον οὕτως ὁμόταχον ῥυθμίζων ὡς καὶ συμφυεῖς εἶναι τὰς κορυφὰς τῶν ζώων τοὺς πορρωτέρω φαντάζεσθαι καὶ τὸν Θεαγένην χαμπρῶς ἐκθειάζειν, ξένην τινὰ ταύτην ἱπποταύρου ξυνωρίδα ζευξάμενον.

τὸ μὲν δὴ πλῆθος ἐν τούτοις ἦν: ἡ Χαρίκλεια δὲ ὁρῶσα τρόμῳ καὶ παλμῷ συνείχετο, τό τε ἐγχείρημα ὅ τι καὶ βούλοιτο διαποροῦσα, καὶ εἴ τι σφάλμα συμβαίη, τὴν ἐκείνου τρῶσιν ὡς ἰδίαν σφαγὴν ὑπεραγωνιῶσα: ὥστε μηδὲ τὴν Περσῖναν λαθεῖν, ἀλλ̓ ὦ τέκνον εἰπεῖν, τί μοι πέπονθας; προκινδυνεύειν ἔοικας τοῦ ξένου. πάσχω μέν τι καὶ αὐτή, καὶ οἰκτείρω τῆς νεότητος: διαδρᾶναί

p.301
γε μὴν τὸν κίνδυνον εὔχομαι καὶ φυλαχθῆναι τοῖς ἱεροῖς, ὡς ἂν μὴ παντάπασιν ἀτέλεστα ἡμῖν τὰ πρὸς τοὺς θεοὺς ἐγκαταλειφθείη. καὶ ἡ Χαρίκλεια, γελοῖον, ἔφη, τὸ εὔχεσθαι μὴ ἀποθανεῖν, ἵνα ἀποθάνῃ. ἀλλ̓ εἰ ἄρα σοι δυνατόν, ὦ μῆτερ, περίσωζε τὸν ἄνδρα ἐμοὶ χαριζομένη. καὶ ἡ Περσῖνα πρόφασιν οὐ τὴν οὖσαν ἀλλ̓ ἐρωτικὴν ἄλλως ὑποτοπήσασα, οὐ δυνατὸν μέν, ἔφη, τὸ περισώζειν: ὅμως δ̓ οὖν τίς σοι κοινωνία πρὸς τὸν ἄνδρα, δἰ ἣν οὕτως ὑπερφροντίζεις; θαρροῦσα δὲ ὡς πρὸς μητέρα λοιπὸν ἐξαγόρευε, κἄν τι νεώτερον κίνημα, κἂν παρθενίᾳ μὴ πρέπον. ἡ μητρῴα φύσις τὸ θυγατρὸς καὶ τὸ θῆλυ συμπαθὲς τὸ πταῖσμα τὸ γυναικεῖον οἶδεν ἐπισκιάζειν. ἐπιδακρύσασα οὖν ἐπὶ πλεῖστον ἡ Χαρίκλεια, καὶ τοῦτο, ἔφη, δυστυχῶ πρὸς τοῖς ἄλλοις, ὅτι καὶ τοῖς συνετοῖς ἀσύνετα φθέγγομαι καὶ λέγουσα τὰς ἑαυτῆς συμφορὰς οὔπω λέγειν νομίζομαι, πρὸς γυμνὴν δὲ λοιπὸν καὶ ἀπαρακάλυπτον χωρεῖν τὴν ἐμαυτῆς κατηγορίαν καταναγκάζομαι.

ταῦτ̓ εἶπε, καὶ βουλομένη τὰ ὄντα ἀνακαλύπτειν, αὖθις ἐξεκρούσθη βοῆς πολυηχεστάτης πρὸς τοῦ πλήθους ἀρθείσης. ὁ γὰρ δὴ Θεαγένης εἰς ὅσον εἶχε τάχους ἐφεὶς τῷ ἵππῳ χρήσασθαι καὶ προφθάσαντα μικρὸν τὰ στέρνα τῇ κεφαλῇ τοῦ ταύρου παρισῶσαι, τὸν μὲν ἄνετον φέρεσθαι μεθίησι μεθαλάμενος, ἐπιρρίπτει δὲ ἑαυτὸν τῷ αὐχένι τοῦ ταύρου, καὶ τοῖς κέρασι τὸ ἑαυτοῦ πρόσωπον κατὰ τὸ μεταίχμιον ἐνιδρύσας, τοὺς πήχεις δὲ οἱονεὶ στεφάνην περιθείς, καὶ εἰς ἅμμα κατὰ τοῦ ταυρείου μετώπου τοὺς δακτύλους ἐπιπλέξας, τό τε ὑπόλοιπον ἑαυτοῦ σῶμα παῤ ὦμον τοῦ βοὸς τὸν δεξιὸν μετέωρον καθείς, ἐκκρεμὴς ἐφέρετο, πρὸς βραχὺ μὲν τοῖς ταυρείοις ἅλμασιν ἀναπαλλόμενος. ὡς δὲ ἀγχόμενον ἤδη πρὸς τοῦ ὄγκου καὶ χαλῶντα τοῦ ἄγαν τόνου

p.302
τοὺς τένοντας ᾔσθετο, καθ̓ ὃ μέρος ὁ Ὑδάσπης προυκαθέζετο περιελθόντα, παραφέρει μὲν εἰς τοὔμπροσθεν, καὶ προβάλλει τῶν ἐκείνου σκελῶν τοὺς ἑαυτοῦ πόδας, ταῖς χηλαῖς δὲ συνεχῶς ἐναράττων τὴν βάσιν ἐνήδρευεν. ὃ δὲ τὴν ῥύμην τοῦ δρόμου παραποδιζόμενος καὶ τῷ σθένει τοῦ νεανίου βριθόμενος, τά τε γόνατα ὑποσκελίζεται, καὶ ἀθρόον ἐπὶ κεφαλὴν σφενδονηθείς, κύμβαχός τε ἐπ̓ ὤμους καὶ νῶτα ῥιπισθείς, ἥπλωτο ὕπτιος ἐπὶ πλεῖστον, τῶν μὲν κεράτων τῇ γῇ προσπεπηγότων καὶ εἰς τὸ ἀκίνητον τῆς κεφαλῆς ῥιζωθέντων, τῶν σκελῶν δὲ ἄπρακτα σκαιρόντων καὶ εἰς κενὸν ἀερονομούντων καὶ τὴν ἧτταν ἀλυόντων. ἐπέκειτο δὲ ὁ Θεαγένης, ταῖν χεροῖν τὴν λαιὰν μόνην εἰς τὸ ἐπερείδειν ἀπασχολῶν, τὴν δεξιὰν δὲ εἰς οὐρανὸν ἀνέχων καὶ συνεχὲς ἐπισείων: εἴς τε τὸν Ὑδάσπην καὶ τὸ ἄλλο πλῆθος ἱλαρὸν ἀπέβλεπε, τῷ μειδιάματι πρὸς τὸ συνήδεσθαι δεξιούμενος, καὶ τῷ μυκηθμῷ τοῦ ταύρου καθάπερ σάλπιγγι τὸ ἐπινίκιον ἀνακηρυττόμενος. ἀντήχει δὲ καὶ ἡ τοῦ δήμου βοή, τρανὸν μὲν οὐδὲν εἰς τὸν ἔπαινον διαρθροῦσα, κεχηνόσι δὲ ἐπὶ πολὺ τοῖς στόμασιν ἐξ ἀρτηρίας μόνης τὸ θαῦμα ἐξεφώνει, χρόνιόν τε καὶ ὁμότονον εἰς οὐρανὸν παραπέμπουσα. κελεύσαντος οὖν τοῦ βασιλέως ὑπηρέται προσδραμόντες, οἳ μὲν τὸν Θεαγένην προσῆγον ἀναστήσαντες, οἳ δὲ τοῦ ταύρου τοῖς κέρασι καλωδίου βρόχον ἐπιβαλόντες εἷλκόν τε κατηφιῶντα, καὶ τοῖς βωμοῖς αὖθις τοῦτόν τε καὶ τὸν ἵππον συλλαβόντες προσεδέσμευον. καὶ τοῦ Ὑδάσπου μέλλοντός τι πρὸς τὸν Θεαγένην λέγειν τε καὶ πράττειν, ὁ δῆμος ἅμα μὲν ἡσθεὶς τῷ νέῳ καὶ ἐξ οὗπερ τὸ πρῶτον ὤφθη προσπαθών, ἅμα δὲ καὶ τῆς ἰσχύος ἐκπλαγείς, πλέον δέ τι καὶ πρὸς τὸν Αἰθίοπα τὸν ἀθλητὴν τὸν Μεροήβου ζηλοτυπίᾳ δηχθείς, οὗτος τῷ Μεροήβου ζευγνύσθω.
p.303
πάντες ὁμοθυμαδὸν ἀνεβόησαν: τὸν ἐλέφαντα λαβὼν τῷ τὸν ταῦρον λαβόντι διαγωνιζέσθω συνεχὲς ἐξεφώνουν. καὶ ἐπὶ πλεῖστον ἐγκειμένων ἐπένευσέ τε ὁ Ὑδάσπης, καὶ ἤγετο εἰς μέσους ὁ Αἰθίοψ, ὑπέροπτόν τι καὶ σοβαρὸν περισκοπῶν, ὁλκά τε προβαίνων καὶ πλατυνομένοις ἐναλλὰξ τοῖς ἀγκῶσι τοὺς πήχεις ὑποσοβῶν.

κἀπειδὴ τοῦ συνεδρίου πλησίον ἐγεγόνει, πρὸς τὸν Θεαγένην βλέψας ὁ Ὑδάσπης καὶ ἑλληνίζων, ὦ ξένε, ἔφη, τούτῳ σε χρὴ διαγωνίσασθαι: ὁ δῆμος κελεύουσι. γινέσθω τὸ δοκοῦν, ὁ Θεαγένης ἀπεκρίνατο: ἀλλὰ τίς ὁ τρόπος τῆς ἀγωνίας; πάλη, εἶπεν ὁ Ὑδάσπης. καὶ ὅς, τί δὲ οὐχὶ καὶ ξιφήρης καὶ ἔνοπλος, ἵνα τι ῥέξας ἢ παθὼν ἐμπλήσω Χαρίκλειαν, τὴν σιωπᾶν εἰς δεῦρο τὰ καθ̓ ἡμᾶς καρτεροῦσαν, ἢ καὶ εἰς τέλος, ὡς ἔοικεν, ἡμῶν ἀπεγνωκυῖαν. καὶ ὁ Ὑδάσπης, τί μὲν βούλεταί σοι, εἶπε, τὸ παραπλέκειν ὄνομα Χαρικλείας, αὐτὸς ἂν γινώσκοις, παλαίειν δ̓ οὖν σε καὶ οὐ ξιφήρη πυκτεύειν χρεών: αἷμα γὰρ ἐκχεόμενον ὀφθῆναι πρὸ τοῦ καιροῦ τῆς θυσίας οὐ θεμιτόν. συνεὶς οὖν ὁ Θεαγένης ὅτι δέδοικεν ὁ Ὑδάσπης μὴ προαναιρεθῇ τῆς θυσίας, εὖ ποιεῖς, ἔφη, τοῖς θεοῖς με φυλάττων, οἷς καὶ μελήσει περὶ ἡμῶν.

καὶ ἅμα κόνιν ἀνελόμενος καὶ ὤμοις τε καὶ πήχεσιν ἔτι πρὸς τῆς βοηλασίας ἱδρῶτι νενοτισμένοις ἐπιχεάμενος, τήν τε μὴ προσιζήσασαν ἀποσεισάμενος, προβάλλει τε ἐκτάδην τὼ χεῖρε, καὶ τοῖν ποδοῖν τὴν βάσιν εἰς τὸ ἑδραῖον διερεισάμενος, τήν τε ἰγνύαν σιμώσας, καὶ ὤμους καὶ μετάφρενα γυρώσας, καὶ τὸν αὐχένα μικρὸν ἐπικλίνας, τό τε ὅλον σῶμα σφηκώσας, εἱστήκει τὰς λαβὰς τῶν παλαισμάτων ὠδίνων. ὁ δὲ Αἰθίοψ ἐνορῶν ἐμειδία τε σεσηρός, καὶ εἰρωνικοῖς τοῖς νεύμασιν ἐκφαυλίζειν ἐῴκει τὸν ἀντίπαλον. ἀθρόον τε ἐπιδραμὼν

p.304
τόν τε πῆχυν τῷ αὐχένι τοῦ Θεαγένους ὥσπερ τινὰ μοχλὸν ἐπαράσσει, καὶ βόμβου πρὸς τῆς πληγῆς ἐξακουσθέντος αὖθις ἐθρύπτετο καὶ ἐπεγέλα βλακῶδες. ὁ δὲ Θεαγένης, οἷα δὴ γυμνασίων καὶ ἀλοιφῆς ἐκ νέων ἀσκητής, τήν τε ἐναγώνιον Ἑρμοῦ τέχνην ἠκριβωκώς, εἴκειν τὰ πρῶτα ἔγνω, καὶ ἀπόπειραν τῆς ἀντιθέτου δυνάμεως λαβόντα, πρὸς μὲν ὄγκον οὕτω πελώριόν καὶ θηριωδῶς τραχυνόμενον μὴ ὁμόσε χωρεῖν, ἐμπειρίᾳ δὲ τὴν ἄγροικον ἰσχὺν κατασοφίσασθαι. αὐτίκα γοῦν ὀλίγον ὅσον ἐκ τῆς πληγῆς κραδανθείς, πλέον ἢ ὡς εἶχεν ἀλγεῖν ἐσκήπτετο, καὶ τοῦ αὐχένος θάτερον μέρος ἔκδοτον εἰς τὸ παίεσθαι προυβάλετο. καὶ τοῦ Αἰθίοπος αὖθις πλήξαντος συνενδοὺς τῇ πληγῇ, μικροῦ καὶ καταφέρεσθαι ἐπὶ πρόσωπον ἐσχηματίζετο.

ὡς δὲ καταγνοὺς καὶ ἀποθαρσήσας ὁ Αἰθίοψ ἀφυλάκτως ἤδη τὸ τρίτον ἐπεφέρετο, καὶ τὸν πῆχυν αὖθις ἀνατείνας κατασείειν ἔμελλεν, ὑπεισῆλθέ τε ἀθρόον ὁ Θεαγένης κεκυφώς, τὴν καταφορὰν ἐκκλίνας, πήχει τε τῷ δεξιῷ τὸν ἐκείνου λαιὸν βραχίονα προσαναστείλας ἐρρίπισέ τε τὸν ἀντίπαλον, ἅμα τι καὶ τῇ καταφορᾷ τῆς ἰδίας αὐτοῦ χειρὸς εἰς κενὸν ἐνεχθείσης πρὸς τὸ ἔδαφος ἐπισπασθέντα, καὶ ὑπὸ τὴν μασχάλην ἀναδὺς τοῖς τε νώτοις περιεχεῖτο, καὶ παχεῖαν τὴν γαστέρα χαλεπῶς ταῖς χερσὶ διαζώσας, τὴν βάσιν κατὰ τὰ σφυρὰ καὶ ἀστραγάλους τῇ πτέρνῃ σφοδρῶς τε καὶ ἐπαλλήλως ἐκμοχλεύσας, εἰς γόνυ τε ὀκλάσαι βιασάμενος, ἀμφιβαίνει τοῖς ποσί, καὶ τοῖς κατὰ τοὺς βουβῶνας τὰ σκέλη καταπείρας, τούς τε καρποὺς οἷς ἐπερειδόμενος ὁ Αἰθίοψ ἀνεῖχε τὰ στέρνα ἐκκρουσάμενος, καὶ τοῖς κροτάφοις εἰς ἅμμα τοὺς πήχεις περιαγαγών, ἐπί τε μετάφρενα καὶ ὤμους ἀνέλκων, ἐφαπλῶσαι τῇ γῇ τὴν γαστέρα κατηνάγκασε.

μιᾶς δὴ οὖν βοῆς ἐπὶ τούτοις καὶ γεγωνοτέρας ἢ τὸ

p.305
πρότερον ὑπὸ τοῦ πλήθους ἀρθείσης, οὐδὲ ὁ βασιλεὺς ἐκαρτέρησεν, ἀλλ̓ ἀνήλατό τε τοῦ θρόνου καὶ ὢ τῆς ἀνάγκης ἔλεγεν, οἷον ἄνδρα καταθύειν ὑπὸ τοῦ νόμου πρόκειται. καὶ ἅμα προσκαλεσάμενος, ὦ νεανία, πρὸς αὐτὸν ἔφη, στεφανωθῆναι μέν σε καὶ ἐπὶ ταῖς θυσίαις, ὡς ἔθος, ἀπόκειται: στεφανοῦ δ̓ οὖν καὶ νῦν τὴν ἐπίδοξον μὲν ταύτην ἀνόνητον δέ σοι καὶ ἐφήμερον νίκην. κἀπειδή μοι τοῦ προκειμένου καὶ βουλομένῳ ῥύσασθαί σε οὐ δυνατόν, ὅσα γοῦν ἐφεῖται, παρέξομαι: καὶ εἴ τι γινώσκεις ἔτι σε ζῶντα ἧσαι δυνάμενον, αἴτησον. καὶ ἅμα λέγων χρυσοῦν τε καὶ λιθοκόλλητον τῷ Θεαγένει στέφανον ἐπέθηκε, καί τι καὶ ἐπιδακρύων οὐκ ἐλάνθανεν. ὁ δὴ Θεαγένης, οὐκοῦν αἰτήσω, ἔφη, καὶ δέομαι δὸς ὑποσχόμενος. εἰ τὸ διαδρᾶναί με τὴν ἱερουργίαν πάντως ἄφυκτον, χειρὶ γοῦν τῆς εὑρημένης σοι νυνὶ θυγατρὸς κέλευε.

δηχθεὶς δὴ πρὸς τὸ εἰρημένον ὁ Ὑδάσπης, καὶ πρὸς τὸ ὅμοιον τῆς Χαρικλείου προκλήσεως τὸν νοῦν ἀναπέμπων, οὐ δοκιμάζων δὲ ἐν συνέχοντι τῷ καιρῷ τὸ ἀκριβὲς ἀνιχνεύειν, τὰ δυνατά, εἶπεν, ὦ ξένε, καὶ αἰτεῖν ἐπέτρεψα καὶ δώσειν ἐπένευσα. γεγαμῆσθαι οὖν χρῆναι τὴν σφαγιάζουσαν, οὐ παρθενεύειν, ὁ νόμος διαγορεύει. ἀλλ̓ ἔχει ἄνδρα καὶ αὐτή, πρὸς αὐτὸν ὁ Θεαγένης. φληναφοῦντος, εἶπεν ὁ Ὑδάσπης, καὶ τῷ ὄντι θανατῶντος οἱ λόγοι. γάμου καὶ ἀνδρὸς ὁμιλίας ἀπείρατον τὴν κόρην ἡ ἐσχάρα διέδειξε: πλὴν εἰ Μερόηβον τουτονὶ λέγεις, οὐκ οἶδ̓ ὅθεν ἐγνωκώς, οὔπω μὲν ἄνδρα, νυμφίον δὲ πρὸς ἐμοῦ μόνον ὠνομασμένον. ἀλλ̓ οὐδὲ ἐσόμενον πρόσθες, εἶπεν ὁ Θεαγένης, εἴ τι ἐγὼ τοῦ Χαρικλείου φρονήματος ἐπῄσθημαι. καί μοι ὡς θύματι μαντευομένῳ πιστεύειν ἔσται δίκαιον. πρὸς ταῦτα ὁ Μερόηβος, ἀλλ̓ οὐ ζῶντα, εἶπεν, ὦ βέλτιστε,

p.306
τὰ θύματα, σφαγιασθέντα δὲ καὶ ἀνατμηθέντα τὴν ἀπὸ τῶν σπλάγχνων σημείωσιν τοῖς μαντικοῖς ὑποδείκνυσιν: ὥστε ὀρθῶς ἔλεγες, ὦ πάτερ, θανατῶντα παραφθέγγεσθαι τὸν ξένον. ἀλλὰ τοῦτον μέν, εἰ κελεύοις, ἀγέτω τις ἐπὶ τοὺς βωμούς: σὺ δέ, εἴ τι λείπεται διοικησάμενος, ἔχου τῆς ἱερουργίας.

καὶ ὁ μὲν Θεαγένης ἤγετο οἷ προστέτακτο: ἡ Χαρίκλεια δὲ ἐπὶ τῇ νίκῃ μικρὸν ἀναπνεύσασα καὶ τὰ βελτίονα ἐλπίσασα, πάλιν ἀγομένου πρὸς θρήνοις ἦν. καὶ τῆς Περσίνης πολλὰ παρηγορούσης, καὶ εἰκὸς σωθῆναι τὸν νέον, εἴ μοι καὶ τὰ λειπόμενα καὶ σαφέστερα τῶν κατὰ σαυτὴν ἐξαγορεύειν βούλοιο λεγούσης, ἡ μὲν Χαρίκλεια βιασθεῖσα, καὶ τὸν καιρὸν οὐκ ἐνδιδόντα ὑπέρθεσιν ὁρῶσα, πρὸς τὰ καιριώτερα τῶν διηγημάτων ὥρμησεν.

ὁ δὲ Ὑδάσπης, εἴ τινες ὑπολείπονται τῶν πρεσβευσάντων, τοῦ εἰσαγγελέως ἐπυνθάνετο. ὁ δὲ Ἁρμονίας, οἱ ἐκ Συήνης, ἔφη, μόνοι, βασιλεῦ, γράμματα μὲν Ὀροονδάτου καὶ ξένια κομίζοντες, ἄρτι δὲ καὶ πρὸ βραχέος ἐπελθόντες.