Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἡκόντων οὖν καὶ οὗτοι τοῦ Ὑδάσπου φήσαντος παρῆσαν καὶ τὸ γράμμα ἐνεχείριζον. καὶ ἀνειλήσας ἐπελέγετο, καὶ ἦν τοιόνδε.

βασιλεῖ φιλανθρώπῳ καὶ εὐδαίμονι τῷ Αἰθιόπων Ὑδάσπῃ Ὀροονδάτης ὁ μεγάλου βασιλέως σατράπης. εἰ νικῶν κατὰ τὴν μάχην πλέον γνώμῃ ἐνίκησας καί μοι σατραπείαν ὅλην ἑκὼν παρεχώρησας, οὐκ ἂν θαυμάσαιμι τὸ παρὸν εἰ βραχεῖαν αἴτησιν ἐπινεύσειας. κόρη τις ἀγομένη πρός με ἀπὸ τῆς Μέμφεως τοῦ πολέμου γέγονε πάρεργον: καὶ ὅτι αἰχμάλωτος ἐκ σοῦ προστάγματος εἰς Αἰθιοπίαν ἐπέμφθη, πρὸς τῶν σὺν αὐτῇ γεγονότων καὶ διαδράντων τὸν τότε κίνδυνον ἐπυθόμην. ταύτην αἰτῶ λυθῆναί μοι δῶρον, ἐφιέμενος μὲν καὶ αὐτὸς τῆς παιδός, πλέον δὲ περιποιῆσαι τῷ πατρὶ βουλόμενος, πολλὴν ἀληθέντι γῆν κατὰ ζήτησιν τῆς θυγατρὸς καὶ ἐν Ἐλεφαντίνῃ τῷ φρουρίῳ κατὰ τὸν πόλεμον καταληφθέντι, καὶ ἐπισκοποῦντί μοι μετὰ ταῦτα τοὺς περισωζομένους

p.307
ὀφθέντι, καὶ ἐκπεμφθῆναι πρὸς τὸ σὸν ἥμερον ἀξιώσαντι. ἔχεις αὐτόθι μετὰ τῶν ἄλλων πρέσβεων τὸν ἄνδρα, ἱκανὸν μὲν ἐξ ἤθους τὴν εὐγένειαν ἐμφῆναι, ἱκανὸν δὲ καὶ ἐξ ὄψεως δυσωπῆσαι. χαίροντά μοι τοῦτον ὦ βασιλεῦ ἀντίπεμψον, πατέρα μὴ μόνον ὀνομαζόμενον ἀλλὰ καὶ γεγενημένον.

ταῦτα ὡς ἀνέγνω, τίς οὖν τῶν παρόντων ὁ τὴν θυγατέρα ἐπιζητῶν; ἠρώτησεν. ὑποδειξάντων δέ τινα πρεσβύτην, ὦ ξένε, πρὸς αὐτὸν ἔφη, πάντα αἰτοῦντος Ὀροονδάτου ποιεῖν ἕτοιμος. ἀλλὰ δέκα μὲν ἀχθῆναι μόνας αἰχμαλώτους ἐκέλευσα νεανίδας: μιᾶς δὲ τέως, ὅτι μὴ ἔστι σὴ θυγάτηρ, ἐπεγνωσμένης, τὰς ἄλλας ἐπισκόπησον, καὶ γνωρίζων εἰ εὕροις, λάμβανε. προσκύψας ἐφίλει τοὺς πόδας ὁ πρεσβύτης. καὶ ἀχθείσας τὰς κόρας ὡς ἐπισκοπῶν τὴν ἐπιζητουμένην οὐχ εὕρισκεν, αὖθις κατηφήσας, ᾦ βασιλεῦ, οὐδεμία τούτων ἐστίν, ἔλεγε. τὴν γνώμην, ἔφη ὁ Ὑδάσπης, τὴν ἐμὴν ἔχεις: μέμφου δὲ τὴν τύχην, εἰ τὴν ἐπιζητουμένην οὐχ εὑρίσκεις. ὅτι γὰρ ἄλλη μήτε ἤχθη παρὰ ταύτας μήτε ἔστι κατὰ τὸ στρατόπεδον, ἔξεστι σοι περισκοποῦντι πεισθῆναι.

ῥαπίσας τὸ μέτωπον ὁ πρεσβύτης καὶ ἐπιδακρύσας, ἀνανεύσας τε καὶ περιαθρῶν ἐν κύκλῳ τὸ πλῆθος, ἀθρόον ὥσπερ τις ἐμμανὴς ἐξέδραμε. καὶ τοῖς βωμοῖς προσελθών, τοῦ τε τριβωνίου ʽτοῦτο γὰρ ἔτυχεν ἀμπεχόμενοσ̓ τὸ κράσπεδον εἰς βρόχον περιειλήσας ἐπιβάλλει τε τῷ αὐχένι τοῦ Θεαγένους, καὶ εἷλκεν ἐξάκουστον βοῶν, ἔχω σε ὦ πολέμιε λέγων, ἔχω σε ὦ παλαμναῖε καὶ ἀλιτήριε. καὶ τῶν φρουρούντων ἀντέχειν καὶ ἀποσπᾶν βιαζομένων, ἀπρὶξ ἐχόμενος καὶ οἱονεὶ συμπεφυκὼς ἀγαγεῖν εἰς τὸ πρόσωπον τοῦ τε Ὑδάσπου καὶ τῶν συνέδρων ἐξενίκησε, καὶ ὦ βασιλεῦ ἔλεγεν, οὗτός ἐστιν ὁ τὴν ἐμὴν θυγατέρα συλαγωγήσας: οὗτός ἐστιν ὁ τὴν

p.308
οἰκίαν εἰς ἀπαιδίαν ἐρημώσας, καὶ ἐκ μέσων τῶν τοῦ Πυθίου βωμῶν τὴν ἐμὴν ψυχὴν ἀναρπάσας, καὶ νῦν ὡς εὐαγὴς τοῖς τῶν θεῶν βωμοῖς προσκαθήμενος. ἐσείσθησαν πρὸς τὰ γινόμενα σύμπαντες, τὰ μὲν ῥήματα οί συνιέντες,

τὰ ὁρώμενα δὲ οἱ λοιποὶ θαυμάζοντες. καὶ τοῦ Ὑδάσπου σαφέστερον ὅ τι βούλοιτο λέγειν κελεύοντος, ὁ πρεσβύτης ʽἦν δὲ ἄρα Χαρικλῆσ̓ τὰ μὲν ἀληθέστερα τοῦ γένους τῆς Χαρικλείας ἀπέκρυπτε, μή πῃ ἄρα κατὰ τὴν φυγὴν ἐκείνῃ τῆς αἰδοῦς προαφανισθείσης πόλεμον καθ̓ ἑαυτοῦ πρὸς τῶν ἀληθῶς γεννησάντων ἐπισπάσηται διευλαβούμενος, ἐξετίθετο δὲ ἐπιτέμνων ἃ μηδὲν ἔβλαπτε, καὶ ἔλεγεν: ἦν μοι θυγάτηρ, ὦ βασιλεῦ, τίς μὲν τὴν φρόνησιν καὶ οἵα τὸ εἶδος, θεασάμενοι μόνον ἐπαξίως ἄν με λέγειν ἐπιστεύσατε: ἦν δ̓ οὖν παρθενευομένη καὶ ζάκορος τῆς ἐν Δελφοῖς Ἀρτέμιδος. ταύτην ὁ θαυμάσιος οὗτος, Θετταλὸς ὢν τὸ γένος καὶ εἰς Δελφοὺς τὴν ἐμὴν πόλιν ὥς τι πάτριον ἐπιτελέσων ἀρχιθεωρὸς ἀφιγμένος, ἔλαθεν ἐκ τῶν ἀδύτων αὐτῶν τὴν κόρην ἀποσυλήσας, καὶ ἀδύτων τοῦ Ἀπόλλωνος. διὸ καὶ εἰς ὑμᾶς ἀσεβεῖν δικαίως ἂν νομισθείη, τὸν πάτριον ὑμῶν θεὸν Ἀπόλλωνα, τὸν αὐτὸν ὄντα καὶ Ἥλιον, καὶ τὸ ἐκείνου τέμενος βεβηλώσας. συνεργοῦ δὲ αὐτῷ πρὸς τὴν ἐναγῆ ταύτην πρᾶξιν ψευδοπροφήτου τινὸς Μεμφίτου γεγονότος, ἐπειδὴ κατὰ τὴν Θετταλίαν μεταθέων καὶ παρὰ Οἰταίων ὄντων αὐτοῦ πολιτῶν ἐξαιτῶν οὐδαμῶς ηὕρισκον, ἔκδοτον ἐκείνων τουτονὶ καὶ εἰς σφαγήν, ὅπου ποτὲ ἂν εὑρίσκηται, ὡς ἀλάστορα παραχωρησάντων, ὁρμητήριον εἶναι τῆς φυγῆς τὴν Καλασίριδος Μέμφιν εἰκάσας, εἴς τε ταύτην ἀφικόμενος, καὶ τὸν μὲν Καλάσιριν, ὡς ἐχρῆν, τεθνηκότα καταλαβών, παρὰ Θυάμιδος δὲ τοῦ ἐκείνου παιδὸς ἅπαντα τὰ περὶ τὴν θυγατέρα ἐκδιδαχθείς, τά τε ἄλλα καὶ ὅτι πρὸς Ὀροονδάτην

p.309
εἰς τὴν Συήνην ἐξαπέσταλτο, καὶ τοῦ μὲν Ὀροονδάτου καὶ τῆς Συήνης ἀποτυχών ʽἦλθον γὰρ κἀκεῖσἐ, κατὰ δὲ τὴν Ἐλεφαντίνην ὑπὸ τοῦ πολέμου καταληφθείς, ἥκω τὰ νῦν ἐνταῦθα, καὶ γίνομαι ἱκέτης, τὴν θυγατέρα ἐπιζητήσων ... ἐμὲ πολυτλήμονα ἄνθρωπον εὐεργετῶν ἅμα καὶ σαυτῷ χαριζόμενος, εἰ τὸν πρεσβεύοντα ὑπὲρ ἡμῶν σατράπην ὀφθείης αἰδούμενος.

καὶ ὃ μὲν ἐσιώπησεν, ἐπιθρηνῶν γοῶδες τοῖς εἰρημένοις: ὁ δὲ Ὑδάσπης πρὸς τὸν Θεαγένην, τί, ἔφη, πρὸς ταῦτα ἐρεῖς; ὃ δέ, ἀληθῆ, ἔφη, πάντα τὰ κατηγορηθέντα. λῃστὴς ἐγὼ καὶ ἄδικος καὶ βίαιος περὶ τοῦτον, ἀλλ̓ ὑμέτερος εὐεργέτης. ἀπόδος οὖν, ἔφη, τὴν ἀλλοτρίαν, ὁ Ὑδάσπης, διὰ τὸ προκαθωσιῶσθαι τοῖς θεοῖς τὴν ἐκ τῆς θυσίας ἐπίδοξον, οὐ τὴν ἐκ τῆς τιμωρίας ὑφέξων σφαγὴν ἔνδικον. ἀλλ̓ οὐχ ὁ ἀδικήσας, εἶπεν ὁ Θεαγένης, ἀλλ̓ ὁ τὸ ἀδίκημα ἔχων ἀποδιδόναι δίκαιος. ἔχεις δὲ αὐτός. ἀπόδος, εἰ μὴ σὴν θυγατέρα εἶναι Χαρίκλειαν καὶ οὗτος ὁμολογήσειεν.

οὐκέτι καρτερεῖν οὐδεὶς ἠνέσχετο, ἀλλ̓ ἅμα πάντων σύγχυσις ἐγίνετο. Σισιμίθρης δὲ ἐπὶ πολὺ διαρκέσας, καὶ πάλαι τὰ λεγόμενα καὶ πραττόμενα γνωρίζων, ἐς τὸ ἀκριβὲς δὲ περιελθεῖν τὰ φανερούμενα πρὸς τοῦ κρείττονος ἀναμένων, προσέδραμέ τε καὶ τὸν Χαρικλέα περιεπτύσσετο: καὶ σώζεταί σοι ἡ νομισθεῖσα καὶ παῤ ἡμῶν ἐγχειρισθεῖσά ποτε θυγάτηρ, ἔλεγε, θυγάτηρ ἀληθῶς οὖσα καὶ εὑρεθεῖσα ὧν γινώσκεις.

καὶ ἡ Χαρίκλεια τῆς σκηνῆς ἐξέδραμε, καὶ πᾶσαν τὴν ἐκ φύσεώς τε καὶ ἡλικίας αἰδῶ παραγκωνισαμένη βάκχιόν τι καὶ ἐμμανὲς ἐφέρετο, καὶ τοῖς γόνασι τοῦ Χαρικλέους προσπεσοῦσα ὦ πάτερ ἔλεγεν, ὦ τῶν φύντων οὐδὲν ἔλαττον ἐμοὶ σεβάσμιε, τιμώρησαι, ὡς βούλει, τὴν ἀθέμιτον ἐμὲ καὶ πατραλοίαν, κἂν εἰς βούλημά τις ἀναφέρῃ θεῶν,

p.310
κἂν εἰς διοίκησιν ἐκείνων τὰ δεδραμένα, μὴ προσέχων. ἡ Περσῖνα δὲ καθ̓ ἕτερον μέρος τὸν Ὑδάσπην ἐνηγκαλίζετο, καὶ πάντα οὕτως ἔχειν, ἄνερ, πίστευε, πρὸς αὐτὸν ἔλεγε, καὶ νυμφίον εἶναι τοῦ θυγατρίου τὸν Ἕλληνα τουτονὶ νεανίαν ἀληθῶς γίνωσκε, ἄρτι μοι ταῦτα ἐκείνης καὶ μόλις ἐξαγορευσάσης. ὁ δὲ δῆμος ἑτέρωθεν σὺν εὐφήμοις βοαῖς ἐξεχόρευε, πᾶσα ἡλικία καὶ τύχη συμφώνως τὰ γινόμενα θυμηδοῦντες, τὰ μὲν πλεῖστα τῶν λεγομένων οὐ συνιέντες, τὰ ὄντα δὲ ἐκ τῶν προγεγονότων ἐπὶ τῇ Χαρικλείᾳ συμβάλλοντες, ἢ τάχα καὶ ἐξ ὁρμῆς θείας, ἣ σύμπαντα ταῦτα ἐσκηνογράφησεν, εἰς ἐπίνοιαν τῶν ἀληθῶν ἐλθόντες. ὑφ̓ ἧς καὶ τὰ ἐναντιώτατα πρὸς συμφωνίαν ἡρμόζετο, χαρᾶς καὶ λύπης συμπεπλεγμένων, γέλωτι δακρύων κεραννυμένων, τῶν στυγνοτάτων εἰς ἑορτὴν μεταβαλλομένων, γελώντων ἅμα τῶν κλαιόντων καὶ χαιρόντων τῶν θρηνούντων, εὑρισκόντων οὓς μὴ ἐξῄτουν καὶ ἀπολλύντων οὓς εὑρηκέναι ἐδόκουν, καὶ τέλος τῶν προσδοκηθέντων φόνων εἰς εὐαγεῖς θυσίας μεταβαλλομένων. τοῦ γὰρ Ὑδάσπου πρὸς τὸν Σισιμίθρην τί χρὴ δρᾶν ὦ σοφώτατε εἰπόντος: ἀρνεῖσθαι τὴν τῶν θεῶν θυσίαν οὐκ εὐσεβές, σφαγιάζειν τοὺς παῤ αὐτῶν δωρηθέντας οὐκ εὐαγές. ἐπινοητέον ἡμῖν τὸ πρακτέον.

ὁ Σισιμίθρης οὐχ ἑλληνίζων, ἀλλ̓ ὥστε καὶ πάντας ἐπαΐειν αἰθιοπίζων, ὦ βασιλεῦ εἶπεν, ἐπισκιάζονται, ὡς ἔοικεν, ὑπὸ τῆς ἄγαν χαρᾶς καὶ οἱ συνετώτατοι τῶν ἀνδρῶν. σὲ γοῦν καὶ πάλαι συμβάλλειν ἐχρῆν ὅτι μὴ προσίενται οἱ θεοὶ τὴν εὐτρεπιζομένην θυσίαν, νῦν μὲν τὴν πανόλβιον Χαρίκλειαν ἐξ αὐτῶν σοὶ τῶν βωμῶν θυγατέρα ἀναδείξαντες, καὶ τὸν ταύτης τροφέα, καθάπερ ἐκ μηχανῆς, ἐκ μέσης τῆς Ἑλλάδος ἐνταῦθα ἀναπέμψαντες, αὖθις τὴν πτοίαν καὶ τὸν τάραχον τοῖς προσβωμίοις ἵπποις καὶ

p.311
βουσὶν ἐπιβάλλοντες, καὶ τὸ διακοπήσεσθαι τὰ τελεώτερα νομιζόμενα τῶν ἱερείων συμβάλλειν παρέχοντες: νῦν τὴν κορωνίδα τῶν ἀγαθῶν καὶ ὥσπερ λαμπάδιον δράματος τὸν νυμφίον τῆς κόρης τουτονὶ τὸν ξένον νεανίαν ἀναφήναντες. ἀλλ̓ αἰσθανώμεθα τοῦ θείου θαυματουργήματος, καὶ συνεργοὶ γινώμεθα τοῦ ἐκείνων βουλήματος, καὶ ἐχώμεθα τῶν εὐαγεστέρων ἱερῶν, τὴν δἰ ἀνθρώπων θυσίαν καὶ εἰς τὸν ἑξῆς αἰῶνα περιγράψαντες.

ταῦτα τοῦ Σισιμίθρου λαμπρῶς τε καὶ εἰς ἐπήκοον ἁπάντων ἐκβοήσαντος, ὁ Ὑδάσπης τὴν ἐγχώριον γλῶτταν καὶ αὐτὸς ἱείς, τῆς τε Χαρικλείας καὶ τοῦ Θεαγένους ἐπιδεδραγμένος, οὐκοῦν ὦ παρόντες, ἔλεγε, θεῶν νεύματι τούτων οὕτω διαπεπραγμένων τὸ ἀντιβαίνειν ἀθέμιτον, ὥστε ὑπὸ μάρτυσιν αὐτοῖς τε τοῖς ταῦτα ἐπικλώσασι, καὶ ὑμῖν ἀκόλουθα ἐκείνοις φρονεῖν ἐνδεικνυμένοις, ξυνωρίδα ταύτην γαμηλίοις νόμοις ἀναδείκνυμι, καὶ συνεῖναι θεσμῷ παιδογονίας ἐφίημι. καὶ εἰ δοκεῖ, βεβαιούτω τὰ δόξαντα ἡ θυσία, καὶ πρὸς τὰ ἱερὰ τραπώμεθα.

τούτοις εἰρημένοις ἐπευφήμησεν ὁ στρατός, καὶ κρότον τῶν χειρῶν ὡς ἐπιτελουμένοις ἤδη τοῖς γάμοις ἐπεκτύπησαν. καὶ πλησιάσας τοῖς βωμοῖς ὁ Ὑδάσπης, καὶ μέλλων ἀπάρχεσθαι τῶν ἱερείων, ὦ δέσποτα, εἶπεν, Ἥλιε καὶ Σελήνη δέσποινα, εἰ μὲν δὴ ἀνὴρ καὶ γυνὴ Θεαγένης τε καὶ Χαρίκλεια βουλήμασιν ὑμετέροις ἀνεδείχθησαν, ἔξεστιν αὐτοῖς ἄρα καὶ ἱερατεύειν ὑμῖν. καὶ ταῦτα εἰπὼν τήν τε αὑτοῦ καὶ τὴν Περσίνης μίτραν, τὸ σύμβολον τῆς ἱερωσύνης, ἀφελών, τὴν μὲν τῷ Θεαγένει, τὴν αὑτοῦ, Χαρικλείᾳ δὲ τὴν Περσίνης ἐπιτίθησιν. οὗ γεγονότος ἐνθύμιον τοῦ χρησμοῦ τοῦ ἐν Δελφοῖς ὁ Χαρικλῆς ἐλάμβανε, καὶ τοῖς ἔργοις

p.312
βεβαιούμενον τὸ πάλαι παρὰ τῶν θεῶν προαγορευθὲν ηὕρισκεν, ὃ τοὺς νέους ἔφραζεν ἐκ τῶν Δελφῶν διαδράντας ἵξεσθ̓ ἠελίου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ̓ ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων. στεφθέντες οὖν οἱ νέοι λευκαῖς ταῖς μίτραις, τήν τε ἱερωσύνην ἅμα τῷ Ὑδάσπῃ ἀναδησάμενοι, καὶ τὴν θυσίαν αὐτοὶ καλλιερήσαντες, ὑπὸ λαμπάσιν ἡμμέναις, αὐλῶν τε καὶ συρίγγων μελῳδίαις, ἐφ̓ ἅρματος ἵππων, ὁ μὲν Θεαγένης ἅμα τῷ Ὑδάσπῃ, ὁ Σισιμίθρης δὲ καθ̓ ἕτερον ἅμα τῷ Χαρικλεῖ, βοῶν δὲ λευκῶν ἡ Χαρίκλεια αὐτῇ Περσίνῃ, σὺν εὐφημίαις καὶ κρότοις καὶ χοροῖς ἐπὶ τὴν Μερόην παρεπέμποντο, τῶν ἐπὶ τῷ γάμῳ μυστικωτέρων κατὰ τὸ ἄστυ φαιδρότερον τελεσθησομένων.

τοιόνδε πέρας ἔσχε τὸ σύνταγμα τῶν περὶ Θεαγένην καὶ Χαρίκλειαν Αἰθιοπικῶν: ὃ συνέταξεν ἀνὴρ Φοῖνιξ Ἐμισηνός, τῶν ἀφ̓ Ἡλίου γένος, Θεοδοσίου παῖς Ἡλιόδωρος.