Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(59)καταπλασσόμενα δὲ ὠφελεῖ ἡπατικούς· χαμαίπιτυς μετὰ κωδυῶν ἑφθῶν ξηρῶν κεκομμένων, κρίθινον ἄλευρον μετὰ σύκων, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, φοινικοβάλανοι ἑφθαὶ λεῖαι σὺν κηρωτῇ, ἀψίνθιον σὺν κυπρίνῃ κηρωτῇ καὶ Κελτικῇ νάρδῳ, Ἀμμωνιακὸν ἀναλημφθὲν ὄξει καὶ κηρωτῇ στυφούσῃ. ἐπὶ δὲ τῶν προσφάτων τῆλις σὺν λινοσπέρμῳ καὶ γύρει καὶ μελικράτῳ, μῆλα Κυδώνια μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἡψημένα.

(60)σπληνικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαρικοῦ % μετὰ ὀξυμέλιτος, ἄγνου σπέρματος 〈· α′ ἀγχούσης ῥίζης 〈· α′ ἐν οἴνῳ, ἀδιάντου ἀφέψημα ἐν ὀξυμέλιτι, ἀκόρου ῥίζα μετ’ οἴνου ἑφθὴ καὶ ὠμὴ πινομένη.

(61)τήκουσι δὲ συντόμως σπλῆνας· ἄσπληνος, ἣν καὶ ἡμιόνιον καλοῦσιν, ἡ πόα μετ’ ὄξους, λογχῖτις ὁμοίως μετ’ οἴνου· περικλυμένου καρποῦ 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας λ′ ποτιζομένη τήκει, χαμαίκισσος μετ’ οἴνου, πευκέδανον μετ’ ὀξυμέλιτος τήκει, 〈ἀκόνης〉 Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ’ ὄξους, ἁλκυονίου Μιλησίου % μετὰ ὕδατος, βρυωνίας ῥίζης 〈· α′ μετ’ ὄξους ἐπὶ ἡμέρας λ′ τήκει σπλῆνα·

Ἀμμωνιακοῦ θυμιάματος 〈· α′ μετ’ ὀξυκράτου — αἷμα

δὲ ἄγει δι’ οὔρων —, ἀριστολοχείας 〈· α′ μετ’ ὀξυκράτου, ἀσπλήνου τοῦ σκολοπενδρίου καλουμένου τὸ ἀπόζεμα μετ’ ὄξους ἐπὶ ἡμέρας λ′· τήκει βαλάνου μυρεψικῆς 〈· α′ μετ’ ὀξυκράτου — ἔστιν 〈δὲ〉 κακοστόμαχος καὶ ἐμετικὴ —, ξυλοβαλσάμου ἀπόζεμα μετ’ οἴνου, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθεῖσα σὺν ὀξυμέλιτι, ἐρυθροδάνου καρπὸς καὶ ἡ ῥίζα σὺν οἴνῳ, ἴρεως 〈· α′ σὺν ὀξυκράτῳ, σὰρξ ἐχίνου χερσαίου ἐσκελετευμένη μετ’ οἴνου, σμυρνίου σπέρμα μετ’ οἴνου, θέρμων ἀπόζεμα καθ’ ἑαυτό·