Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(58)ἡπατικοὺς δὲ χνονίους ὠφελεῖ πινόμενα μεθ’ ὑδρομέλιτος· ἀγαρικοῦ ὀβολοὶ δύο καθ’ ἡμέραν, ἀδιάντου ἀφέψημα, ἀκόρου ἀπόζεμα, χαμαιπίτυος ὁμοίως· σφονδυλίου ῥίζα σὺν οἴνῳ πινομένη, ἐπιπακτίδος τῆς ἐλλεβορίνης καλουμένης ἀπόζεμα, ἄμωμον, κασσία, ἀμύγδαλα πικρὰ σὺν ἐλελισφάκῳ καὶ μελικράτῳ, ἀναγαλλίδος χυλός, ἀνθεμίδος ῥίζα καὶ ἄνθη πινόμενα, ἄσαρον σὺν ὕδατι, Γεντιανῆς ῥίζης 〈· α′ σὺν ὕδατι, ἀριστολοχείας ῥίζης ὁμοίως·

γλυκυρρίζης χυλοῦ 〈· α′ σὺν ὕδατι ἢ τῆς ῥίζης ἀφέψημα, δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ μετὰ μελικράτου, ἐλάτη λεία σὺν φοίνιξιν ἀποζεσθεῖσα, ἑρπύλλου ἀπόζεμα, ἠρυγγίου 〈· α′ μετὰ σταφυλίνου σπέρματος, ἰσοπύρου σπέρμα σὺν μελικράτῳ, κέστρου φύλλα μετὰ ὑδρομέλιτος, μαράθου σπέρμα, νάρδου στάχυος ἀπόζεμα ἢ μύρον νάρδινον κοχλιαρίου πλῆθος λαμβανόμενον· ὀποπάναξ σὺν μελικράτῳ, λευκανθέμου φύλλων ἢ πίτυος φύλλων 〈· α′ μεθ’ ὕδατος, ῥᾶ ὁμοίως·

σελίνου ἀπόζεμα καὶ ὁ καρπός, σκάνδικος ἀφέψημα, πενταφύλλου ῥίζης χυλός, Τεύκριον καὶ ὁ χυλὸς αὐτοῦ ἐν μελικράτῳ, χρυσοκόμης ἀπόζεμα σὺν ὑδρομέλιτι, ἠριγέροντος ἀπόζεμα, πολίου ὁμοίως, πίσσης ξηρᾶς λείας 〈· α′ καταπασθεῖσα ἐν ποτῷ, μελιλώτου καρποῦ λείου 〈· α′ διὰ μελικράτου, κόστος ὁμοίως, τριφύλλου τῆς ὀξυφύλλου καλουμένης ἀφέψημα ὁμοίως πινόμενον·

ἄγνου σπέρμα, Κενταυρείου χυλὸς τοῦ μικροῦ πινόμενος 4 καὶ ἔξωθεν ἐπιτεθείς, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ τὰ φύλλα, ἀσπαράγου μυακάνθου αἱ ῥίζαι καὶ τὰ φύλλα·

στρόβιλοι, ἐρέβινθοι, ἐρυθροδάνου ἢ Ευπατορίου ῥίζα, θέρμων πικρῶν ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον καὶ ἔξωθεν ἐπιτιθέμενον, ἶρις, πιστακίου καρπός.