Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(48) δυσεντερικοὺς 〈δὲ〉 ὠφελεῖ μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἀναγεγραμμένα, ἰδίως δὲ μετ’ οἴνου λαμβανόμενα ἢ στύμματός τινος ἁρμόζει· ἀγαλόχου 〈· α′, λελίσφακος, Εὐπατορίου χυλὸς καὶ ἡ πόα, πενταφύλλου χυλὸς καὶ ἡ ῥίζα ξηρά, ὑποκιστίς, πρασίου χυλός, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα καὶ ἡ ῥίζα, ἰτέας ῥίζα, συμφύτου ῥίζα καὶ ὁ καρπὸς καὶ 〈τὰ〉 φύλλα·

ὀξαλλίδος ὁ καρπός, νυμφαίας 〈ὁ〉 καρπός, ἀλθαίας ῥίζης ἀφέψημα, Ἀχιλλείου πόας ἀφέψημα, βάτου χυλὸς καὶ τὸ ἀφέψημα τῶν καυλῶν, γάλα ἑφθὸν αἴγειον, ἀλκέας ῥίζα, γναφάλλιον σὺν οἴνῳ αὐστηρῷ, ἐλατίνη μετὰ λινοσπέρμου ἑψηθεῖσα καὶ πινομένη, ἐλάτης μυρεψικῆς ἀπόζεμα, Εὐπατορίου σπέρματος 〈· α′

σὺν οἴνῳ, κέρατος ἐλαφείου 〈· α′ μετ’ οἴνου καὶ μέλιτος προαφηψημένου ἐκλειχομένη, 〈ἱππούριδος χυλὸς μετὰ γλυκέος〉, ἱππομαράθου σπέρματος 〈· βϛ′ ἢ 〈· ε′, ἄνθη λευκοῦ κισσοῦ σὺν οἴνῳ πινόμενα δὶς τῆς ἡμέρας·

μυρσίνης καρπὸς σὺν οἴνῳ, κλυμένου χύλισμα, λωτοῦ πρισμάτων ἀφέψημα σὺν οἴνῳ, μίλτου Λημνίας ἢ Σινωπικῆς 〈· α′ ἐν οἴνῳ, οἰνάνθη ξηρὰ πινομένη ἀντὶ ἀλφίτου, ὁλοσχοίνου καρπὸς πεφωγμένος, φιλεταιρίου ῥίζα σὺν οἴνῳ, χονδρίλης χυλός, ξυρὶς μετ’ οἴνου, φλόμου ῥίζης 〈· β′, ψυλλίου 〈· α ἐν ὕδατι, κυνεία κόπρος ξηρὰ ἐπιπασθεῖσα οἴνῳ, λαγωοῦ πυτίας 〈· α′ ἐν ὕδατι.

(49) ἐν προσφορᾶς δὲ μέρει ὠφελίμως δίδονται κοιλιακοῖς καὶ δυσεντερικοῖς μολόχαι ἄναλτοι ὡς μίλητος, ἐλαῖαι πρόσφατοι πέπειροι· ἢ αἷμα τράγου ἢ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ἀπὸ τηγάνου ἐσθιόμενον 〈ὀπτόν〉· σταφυλὴ ἐκ στεμφύλου, ἀσταφίδες ὀμφακίτιδες κοπεῖσαι καὶ σὺν ἀλεύρῳ ἀρτοποιηθεῖσαι καὶ ἄρτος μετὰ ᾠοῦ λεκίθων φυραθεὶς καὶ ὀπτηθείς, καὶ αὐτὴ δὲ ἡ ἀσταφὶς ἐσθιομένη σὺν τοῖς γιγάρτοις·

ἄμυλον σὺν χόνδρῳ ἑφθὸν καὶ σὺν γάλακτι, ἀρνογλώσσου φύλλα ἑφθὰ μετ’ ὄξους καὶ ἐλαίου, καὶ κηκὶς καὶ ῥοῦς ἐπιπασσόμενα τοῖς ὄψοις, ἢ ζειὰ πεφωγμένη, ἢ φακὸς πεφωγμένος λεῖος ἀλφιτηδὸν πινόμενος, ἢ γίγαρτα ὁμοίως, ἢ ἄλφιτα, ἢ κέγχροι· βάτου ἀκρεμόνες ἑφθοὶ δι’ ὀξελαίου λαμβανόμενοι, ὁμοίως ἀρνόγλωσσον, βάτου καρπὸς πέπειρος ἐσθιόμενος, καὶ ἄωρος δὲ ξηρανθεὶς ἀντὶ ῥοὸς λεῖος ἐπιπάσσεται τοῖς προσοψήμασιν·