Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(47) κοιλίας δὲ ῥεούσας χρονίως ἐφίστησιν πινόμενα σὺν οἴνῳ· ἄγνου σπέρματος 〈· α′, ἀγρώστεως τῆς ἐν Παρνασσῷ ῥίζης 〈· α′, ἀγχούσης φύλλα, ἀδιάντου χύλισμα, ἀειζώου χυλὸς σὺν λιβανωτῷ, ἀκακίας χυλίσματος 〈· α′, ὑποκιστίδος 〈· α′, ῥοὸς χυλοῦ 〈· α′, ἀκάνθης λευκῆς 〈· α′, ἀκάνθου 〈τοῦ〉 παιδέρωτος ῥίζα, ὑακίνθου σπέρμα·

ἄκορον λεῖον, λαγώπουν, πολυγόνου χυλὸς σὺν οἴνῳ, μολόχης ῥίζα, βάτος 〈ὄξει〉 ἐναφεψηθεῖσα μετὰ φοινικοβαλάνων, δαμασωνίου φύλλων 〈· α, ἄμωμον, γίγαρτα φωχθέντα ἀντὶ ἀλφίτων λεῖα 〈καταπασσόμενα〉, ἄνησσον, ἄνηθον, περιστερᾶς ἄφοδος φωκτή, κυνὸς ἄφοδος ξηρὰ λευκή·

ἀρνογλώσσου σπέρμα καὶ ὁ χυλὸς ἢ τῆς

πόας μέρη δύο, Κυδωνίων πεφωγμένων μέρος α′, εἰς ὕπνον πινόμενον μετὰ κράματος· μειγνύοις δ′ ἂν ἐνίοτε καὶ ἄλφιτα· ἀρκευθίδες μετὰ οἴνου, ἀσπαλάθου ἀπόζεμα, ἄσφαλτος ἀντὶ καταποτίου, ἀστραγάλου ῥίζης 〈· α′, ἀχράδος ξηρᾶς τὸ ἄλφιτον ἐπιπασσόμενον ἢ πινόμενον τὸ ἀφέψημα, πενταφύλλου τὸ ἀφέψημα·

γῆς Σαμίας 〈· α′ σὺν βαλαυστίῳ ἢ κρόκῳ Κιλικίῳ, γλυκυσίδης ῥίζης ἀφέψημα, δρυίνου ὑμένος ἢ τοῦ περὶ τὴν βάλανον ὑμενίου τὸ ἀφέψημα, ἔλυμον φωχθὲν ἀντὶ ἀλφίτου, κέρατος ἐλαφείου κεκαυμένου 〈· γ′, σμύρνα ἀντὶ καταποτίου λαμβανομένη, μαράθου σπέρμα καὶ αἱ ῥίζαι, ἰτέας φύλλων χυλός, καστανίων φλοιοῦ ἀπόζεμα·

κηκὶς λεία ἐπιπασσομένη ὕδατι ἢ οἴνῳ αὐστηρῷ, κονία συκίνη μετ’ ὄξους ζεσθεῖσα καταρροφουμένη, πετρο〈σελίνου καὶ〉 λαπάθου ῥιζῶν ἀφέψημα· κονίας κυ′ β′, ἐλαίου κυ′ β′, ὄξους κυ′ α′, θερμὰ καταρροφούμενα· ἀριστολοχείας 〈· γ′, κυτίνων μθ′ ...〈· β μετ’ οἴνου.