Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(38) φθισικοῖς δὲ ἁρμόζει ποτά· ἀγαρικοῦ ὀβολοὶ δύο

μετὰ γλυκέος, ἀκάνθου τοῦ παιδέρωτος ῥίζαι μετὰ μελικράτου, ἀρνογλώσσου χυλὸς καὶ ἡ πόα ἐσθιομένη ἑφθή, ἀρκίου ῥίζης 〈· α′ μετὰ ὕδατος καὶ στροβίλων μ′ πινομένη, γάλα γυναικεῖον θηλαζόμενον ἢ αἴγειον ἢ προβάτειον ἢ βόειον πινόμενον, δαφνίδες λεῖαι σὺν μέλιτι ἐκλειχόμεναι·

ἐρυσίμου σπέρμα φωκτὸν σὺν μέλιτι ἢ πτισάνης χυλῷ καθεψηθέν, θαψίας ῥίζης ὀποῦ ὀβολοὶ δύο πινόμενοι μετὰ οἴνου ἢ ἐν ἑψήμασιν ἢ ἑψητοὶ λαμβανόμενοι, καρκίνοι σὺν τῷ ζωμῷ ἑφθοὶ ἐσθιόμενοι, βάτραχοι ὁμοίως, κραταιογόνου ῥίζα σὺν μέλιτι, μυρρίδος ῥίζα μετὰ ῥοφήματος· πίσσης ὑγρᾶς κυάθου πλῆθος ἐκλειχόμενον, πράσου χυλὸς ἢ πράσιον ἐκλειχόμενον, ῥᾶ σὺν ὕδατι, ἐλάφου στέαρ νεαρὸν καθεψηθὲν ἐν ῥοφήματι, βούτυρον σὺν μέλιτι ἑφθόν.

(39) δυσπνοίας καὶ ἄσθματα καὶ ὀρθοπνοίας 〈ὠφελεῖ〉 ποτά· ἀβροτόνου δραχμὴ σὺν ὕδατι χλιαρῷ, ἀδιάντου ἀφέψημα σὺν ὕδατι, περικλυμένου δραχμὴ ἐπὶ ἡμέρας μ′ σὺν οἴνῳ, κνίδης καρπὸς σὺν μέλιτι, ἀλώπεκος πνεύμονος ξηροῦ 〈· γ′ σὺν μελικράτῳ, βρυωνίας ῥίζης χυλοῦ δραχμὴ μετὰ μέλιτος, Ἀμμωνιακοῦ 〈· α′ σὺν ὀξυμέλιτι, ἀναγύρου φύλλων 〈· α′ ἐν γλυκεῖ, ἀριστολοχείας 〈· α′ τῆς ῥίζης μετὰ μέλιτος ἐκλειχομένη·