Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(37) ἐπὶ δὲ τῶν λεγομένων ἀναφορικῶν ἄγει τὰ ἐκ θώρακος σκίλλη ὀπτὴ σὺν μέλιτι ἐκλειχομένη, σκόροδον ἑφθὸν καὶ ὀπτὸν 〈ἐσθιόμενον〉 καὶ τὸ ἐξ αὐτοῦ μυττωτόν, πευκεδάνου ῥίζης ὀπὸς ἐκλεικτός, πράσον κεφαλωτὸν καὶ πόδες ὕειοι συνεψόμενοι ῥοφήμασιν, ἢ πόλιον ὁμοίως· στοιχάδος ἀφέψημα, συμφύτου πετραίου ἀφέψημα σὺν μελικράτῳ, σῦκα ξηρὰ βρωθέντα σὺν ὑσσώπῳ καὶ τὸ ἀπόζεμα αὐτῶν μετὰ ὑσσώπου, χρυσοκόμης ἀφέψημα μετὰ ὑσσώπου.

ἀνύει δὲ καὶ τὰ πρὸς τοὺς περιπνευμονικοὺς ἀναγεγραμμένα, καὶ ταῦτα δέ· στρόβιλος ὅλος νέος σὺν τῇ περὶ αὐτὸν ῥητίνῃ θλασθεὶς ἐπιμελῶς καὶ ἑψηθεὶς ἐν γλυκεῖ — καλλίων δὲ ὁ σκυβελίτης ἀντὶ τοῦ γλυκέος — καθ’ ἑκάστην ἡμέραν λαμβανόμενος· ἢ γλήχων σὺν μέλιτι, κάρδαμον φωκτὸν ὁμοίως·

θύμος, θύμβρα, ὕσσωπον ἀποζεσθέντα σὺν ὕδατι, χαλβάνη ἀντὶ καταποτίου, ἄλευρον κυάμινον μετὰ δρακοντίου ῥίζης ἢ ἀμυγδάλων ἐν ῥοφήματι λείων 〈ἢ〉 σὺν μέλιτι ἐκλειχόμενον· ὄρχεως τῆς σαραπιάδος ἡ ῥίζα πινομένη, πίσσα ὑγρὰ σὺν μέλιτι ἐκλειχομένη, σαγαπηνὸν σὺν μελικράτῳ, σκορδίου ῥίζα ὁμοίως καὶ τοῦ καρποῦ 〈· α′ σὺν οἴνῳ.