Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(117)καταπλάσσεται δὲ πρὸς ἔχεις τριφύλλου φύλλα, μελίας φύλλα, πήγανον, καλαμίνθης φύλλα, λινόσπερμον σὺν ἁλσὶν ἢ ὀριγάνῳ καὶ μέλιτι, ἀλεκτορίδες ἀνασχισθεῖσαι ζῶσαι καὶ ἐπιτεθεῖσαι θερμαί, ἀλλάσσειν δὲ δεῖ συνεχῶς· ἀπόπατος αἰγὸς ἑψηθεῖσα ἐν ὄξει, ἀριστολοχείας μακρᾶς ῥίζα μεθ’ ὕδατος·

ἀσφοδέλου ῥίζα, ἄνθη, φύλλα σὺν οἴνῳ· κεδρία ἢ πίσσα ὑγρὰ σὺν ἁλσὶν 〈ποιεῖ〉 καὶ πρὸς κεράστας· δάφνης φύλλα σὺν ἐλαίῳ ἑψηθέντα, ἐρείκης φύλλα σὺν οἴνῳ, ἐχίου φύλλα ὁμοίως· τρὺξ οἴνου μετὰ ἀλφίτου καὶ ὄξους, κρόμυα ὁμοίως, ὀρόβινον 〈ἄλευρον〉 σὺν οἴνῳ, πηγάνου φύλλα μεθ’ ἁλὸς καὶ μέλιτος, πίτυρα ἐν ὄξει ἑψηθέντα, πράσον καρτόν, ῥαφάνου φλοιὸς σὺν μέλιτι, σάμψουχον σὺν ἁλσὶν καὶ ὄξει·

σκίλλα ἑψηθεῖσα ἐν ὄξει, σκόροδα ἐν ὄξει, τέφρα πᾶσα ἐν ὄξει καὶ μάλιστα 〈ἡ〉 ἀπὸ συκομόρων ἢ μελίας, καταντλεῖται δὲ ἐπὶ τῶν ἰοβόλων τριφύλλου ἀπόζεμα, ἐπὶ δὲ τῆς πληγῆς ἰδίως βούτυρον ἐπιτιθέμενον, ἁβρότονον λεῖον μετ’ οἴνου, ἄγνου φύλλα, ἀδίαντον — ἑλκοῖ δὲ τὴν ἐπιφάνειαν, ἐὰν ἐπὶ πολὺ ἐάσῃς —, ἠρύγγης φύλλα· πινέτωσαν δὲ ἐν ὀξυμέλιτι.