Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

γῆς Σαμίας τοῦ ἀστέρος 〈· β′, δαύκου σπέρματος 〈· β′, ἐγκέφαλοι ἀλεκτορίδων πινόμενοι, βάλανοι δρύιναι ἐσθιόμεναι, ἴριδος 〈· β′, Ελενίου ἀπόζεμα, ἐλαφοβόσκου ῥίζα καὶ σπέρμα· ἑλιχρύσου ἀπόζεμα. ἑρπύλλου ἀπόζεμα· ἐρυθροδάνου φύλλα καὶ καυλοί, ἐχίου ῥίζα καὶ φύλλα καὶ καυλὸς καὶ σπέρμα, τριφύλλου σπέρματος 〈· α′· καὶ τῶν φύλλων ὁμοίως·

τραγορίγανος, ἧπαρ κάπρου λεῖον ἐν οἴνῳ, ἠρύγγης ῥίζης 〈· α′ μετὰ σταφυλίνου σπέρματος, ἱππομαράθου ῥίζα καὶ σπέρμα, ἄμωμον [καὶ], κασσία, καρδάμωμον· καρκίνοι ποτάμιοι λεῖοι σὺν γάλακτι διεθέντες — ἧττον δὲ οἱ θαλάσσιοι —, κέστρου φύλλων 〈· β′, κινάμωμον, κλινοποδίου ἀπόζεμα, κόστου 〈· β′ μετὰ πεπέρεως ὀβολῶν β′, ὀρίγανος Ἡρακλεωτικὴ καὶ τὸ ἀπόζεμα αὐτῆς, κράμβης χυλός, κυκλαμίνου ῥίζα, κυπαρίσσου σφαιρία·

κύμινον καὶ 〈μάλιστα〉 τὸ ἄγριον, λαγωοῦ πυτία καὶ νεβροῦ, λεοντοπετάλου ῥίζα, μυρίκης ἀπόζεμα, μαράθου σπέρμα, μυρρίδος ῥίζα, αἱματίτης λίθος σὺν οἴνῳ· ἀριστολοχείας ῥίζης, σμύρνης, δαφνίδων, Τεντιανῆς, ἴσον ἑκάστου μέλιτι ἀναλημφθὲν πίνεται καὶ ἐπὶ τὴν πληγὴν ἐπιτίθεται, μελίας φύλλα σὺν οἴνῳ ἢ ὁ χυλὸς αὐτῶν· κἂν ἤδη ἀποθνῄσκῃ, οὖρον τὸ ἴδιον ποθὲν καὶ ἐπιτεθὲν μεγάλως ὠφελεῖ· ἢ ἄγχουσα, πλατάνου καρπός, κάρδαμον, κυπάρισσος, πίτυος φλοιὸς σὺν οἴνῳ, ἡλιοτρόπιον. (116) κεράσταις δὲ ἰδίως ἁρμόζει ἄμεως 〈· β′ μετὰ σμύρνης καὶ οἴνου.