Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(69) πρὸς δὲ τὰς ὀδονταλγίας ἁρμόζει ἑψόμενα σὺν ὄξει καὶ ἀνακογχυλιζόμενα — δεῖ δὲ θερμοῖς αὐτοῖς χρῆσθαι καὶ ἐφ’ ὅσον δύναταί τις χρόνον διακρατεῖν ἐν τῷ στόματι κατὰ τὸν ἀλγούμενον ὀδόντα —· ὑοσκυάμου ῥίζα, πενταφύλλου ῥίζα, ἀλθαίας ῥίζα, πύρεθρον, ὀνωνίδος ῥίζα, ἀρνογλώσσου ὁμοίως· δᾳδία καὶ μελάνθιον, σταφὶς ἀγρία, ἐλλέβορος μέλας, καππάρεως ῥίζα καὶ ὁ ἐκ τῶν ἀπίων αὐτῆς καρπός, ἐλάφου κέρας ὠμὸν καὶ κεκαυμένον, θεῖον ἄπυρον ὀλίγον σὺν ὀριγάνῳ καὶ δᾳδίῳ, μελισσόφυλλον, γλήχων, μόρων φύλλα καὶ ἡ ῥίζα·

σίλφιον, ὀπόφυλλον μετὰ ὑσσώπου καὶ σύκου, πίτυος καὶ λεύκης φύλλα, σικύου ἀγρίου ῥίζα, σκορόδου ῥᾶγες σὺν λιβανωτῷ, τιθυμάλλου 〈ῥίζα〉, μήλων Περσικῶν ὀστᾶ, κηκὶς μετὰ ἁλὸς καὶ κεδρία, ἕκαστον τούτων σὺν ὄξει. ἢ κολοκυνθίδα κενώσας καὶ ἐναποζέσας αὐτῇ ὄξος δίδου διακλύζεσθαι· ἀποβάλλει δὲ τοῦτο καὶ τοὺς σαθροὺς αὐτῶν.

ὠφελεῖ δὲ καὶ ἀγρώστεως τῆς ἐν

Παρνασσᾷ γεννωμένης ὁ χυλὸς σὺν ὀξάλμῃ, ἀρνογλώσσου τῶν φύλλων ὁ χυλός. σὺν οἴνῳ δὲ ἀφεψηθέντα 〈δίδοται〉 πρὸς τὴν αὐτὴν χρῆσιν φλόμου ῥίζα, ἁλικακκάβου ἀγρίου ῥίζα, ἀσπαράγου ῥίζα, νίτρον σὺν πεπέρει, πήγανον, πλατάνου σφαιρία, ὀξυμυρσίνης ῥίζα, ὀπὸς σιλφίου, ῥόδα ξηρὰ ἐν οἴνῳ ἑψηθέντα ἄχρι τρίτου· ἐπὶ δὲ τῆς χρείας δίδου ἀνακλύζεσθαι.