Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(66) τὰ δὲ τεθλασμένα τῶν ὠτίων ἰῶνται μὴ ἐῶντες διαπυίσκειν καὶ εἰ διαπυήσειεν, διαφοροῦντες βολβοὶ σὺν ἀλφίτῳ καταπλασσόμενοι· σμύρνα σὺν κοχλίου σαρκί, θεῖον ἄπυρον σὺν σμύρνῃ καὶ οἴνῳ καὶ λιβάνῳ καὶ πίσσῃ καταχριόμενον· ἐὰν δὲ ἐρυθήματα ᾖ καὶ φλεγμοναὶ μεγάλαι, σησάμῳ λείῳ κατάπλασσε ἢ χόνδρῳ ἐν ὄξει ἑφθῷ.

(67) ζῴου δὲ ἐμπεσόντος εἰς τὸ οὖς ἐνσταζόμενα ἀναβιβάζει ταῦτα· μολόχης χυλός, Κενταυρείου ἀφέψημα μετὰ ὄξους, πευκεδάνου ὀπός, ἀψινθίου χυλός, ὀπὸς σκαμμωνίας μετὰ νίτρου καὶ ὕδατος, ἐλατήριον, 〈ῥαφάνου〉 χυλῷ νίτρον ἀναλημφθέν, θεῖον ἄπυρον σὺν ὄξει, χολὴ μυὸς καὶ βατράχου διειμέναι ὄξει, πράσου χυλὸς σὺν μέλιτι, θεῖον διεθὲν ἀφθόρου παιδίου οὔρῳ.

(68) λιθαρίου δὲ ἢ κυάμου ἢ ἄλλου τινὸς ἐμπεσόντος εἰλήσας ἔριον περὶ μηλωτίδα καὶ βρέξας ῥητίνῃ ἢ ταυροκόλλῃ καθεὶς πραέως ἅπτου. πρὸς ὀδονταλγίας.