Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(217) τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθ’ ὕδατος καταπλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, βαλλωτῆς φύλλα καταπλασθέντα, βάτου φύλλα 〈ὁμοίως〉 καὶ ὁ χυλὸς 〈δὲ〉 καταχριόμενος καὶ σὺν ῥοδίνῃ κηρωτῇ ἐπιτιθέμενος· πενταφύλλου ῥίζα καταπλασθεῖσα, κύπρου φύλλα ὁμοίως, κυπαρίσσου φύλλα ὁμοίως σὺν ἀλφίτῳ, καὶ τῷ ἀφεψήματι δὲ αὐτοῦ πυρία·

λιβανωτίδος φύλλα ὁμοίως· μελίλωτον σὺν οἴνῳ γλυκεῖ ἑψηθὲν μιγείσης αὐτῷ λεκίθου ᾠῶν ἢ μελιλώτου καὶ σχοίνου ἄνθους μετὰ βουτύρου ἢ λινοσπέρμου ἢ σέρεως ἢ τήλεως ἢ κωδυῶν. ἢ Κυδώνια ἑφθὰ σὺν ἄρτῳ ἢ ἀλφίτῳ, μυρσίνης φύλλα κεκαυμένα σὺν κηρωτῇ, λύκιον διαψώμενον, ἀμόργη ἡψημένη ὁμοίως, ἅλμη πυριωμένη ὁμοίως.

κατάχριε δὲ καὶ τῷ ἀφρῷ τοῦ ἑψομένου μέλιτος· ποιεῖ δὲ 〈καὶ〉 μελίλωτον 〈ἢ〉 σχοῖνος ἀναπλασθέντα σὺν βουτύρῳ, καὶ ἀρνογλώσσου φύλλα σὺν ἁλσὶ καταπλασσόμενα, ἔρια οἰσυπηρὰ κεκαυμένα συλλημφθέντα ῥοδίνῳ καὶ στέατι χηνείῳ, πρόπολις προμαλασσομένη καὶ ἐπιτιθεμένη.