Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(212) ἐπέχει δὲ αἱμορροίδας παραχρῆμα· ἀκακίας κιρρᾶς 〈· δ′, μολυβδαίνης 〈· δ′, τραγακάνθης 〈·β′, κατὰ ἓν λειώσας ἕκαστον, εἶτα μείξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς μοτὸν ἢ ἔριον καὶ ἐπιτίθει. προσκλύσματι δὲ χρῶ χαλκάνθῳ ἢ κηκῖδι 〈καὶ〉 στυπτηρίᾳ, ἴσοις λείοις διειμένοις θερμῷ ὀξυκράτῳ ἢ ὕδατι καὶ προσκλυζομένοις.

(215) φλεγμονὰς δὲ τὰς τοῦ δακτυλίου ὠφελεῖ ἄρτος ἐκ μελικράτου καταπλασσόμενος, σόγχου χυλὸς ἐν ἐρίῳ προστεθείς, μολόχη ἑφθὴ καὶ ὠμὴ καταπλασσομένη, ἀλθαίας ῥίζα ἣν Ῥωμαῖοι ἐβίσκον καλοῦσιν ἐν μελικράτῳ ἑφθὴ ὁμοίως· ἀμαράκινον περιχριόμενον, μελίλωτον σὺν οἰσύπῳ καὶ βουτύρῳ, σιλφίου 〈ῥίζα〉 σὺν ὄξει ἐν σιδίοις ἡψημένη, πίσσα ὑγρὰ σὺν κηρίῳ ἴσα, σιδήρου ἰὸς σὺν κηρωτῇ.

(216) τὰ δὲ ἀλγήματα ὠφελεῖ πευκεδάνου ὀπὸς ἐπιχριόμενος, σμύρνα σὺν μέλιτι, ἠριγέροντος ἄνθη σὺν οἴνῳ γλυκεῖ, κισσοῦ ἄνθη ὁμοίως, ἑλξίνη καθ’ ἑαυτὴν καὶ σὺν ἄρτῳ.