Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(182)πρεσβυτικὰ δὲ ἀπουλοῖ ἕλκη ἀναγαλλὶς μετὰ κηρωτῆς, ἄρου φύλλα ἑφθὰ ἐν οἴνῳ ἐπιτιθέμενα, κριθαὶ καεῖσαι καὶ ψιμύθιον μετὰ κηρωτῆς μυρσινίνης τριπλασίονος· ᾠῶν λέκιθοι καὶ λιθάργυρος ὁμοίως κηρωτῇ ἀναλημφθέντα, κηρωτὴ μετὰ μολύβδου κεκαυμένου, μυρσίνη, πίτυος φλοιὸς ὁμοίως.

(183)τὰ δὲ παλαιὰ ἀπουλοῖ πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσινίνῃ, ἢ διφρυγὲς λεῖον καταπασσόμενον, Εὐπατορίου φύλλα λεῖα σὺν ὀξυγγίῳ, θηλυπτερίδος ῥίζα λεία, ἰξὸς σὺν λιβανωτῷ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσινίνης, καδμεία μετὰ κηρωτῆς, Κενταύρειον 〈τὸ λεπτὸν〉 χλωρὸν λεῖον, κισσοῦ ἄνθη μετὰ κηρωτῆς·

κρίνου ῥίζα λεία σὺν ῥοδίνῳ, καὶ τῶν φύλλων καὶ αὐτὸς ὁ χυλὸς ἑψηθεὶς ἐν χαλκῷ ἀγγείῳ σὺν μέλιτι καὶ ὄξει ἔμμοτος καλλίστη ὑγρὰ γίνεται· λάδανον καὶ σμύρνα καὶ μέλι σὺν κηρωτῇ μυρσινίνῃ ἢ ἔλαιον παλαιὸν σὺν μοτῷ.

(184)τὰ δὲ ἐν τοῖς ἀκρωτηρίοις δυσαλθῆ εἰς τάξιν ἄγεται καταπλασσόμενα· μύρτα σὺν οἴνῳ, σαραπιάδος ῥίζα καταπλασσομένη, πρόπολις ἐπιτιθεμένη, σηπεδὼν καταπασσομένη ξύλου· ἀρκτίου φύλλα καταπλασσόμενα, ἀσφοδέλου ῥίζα σὺν ἀλφίτῳ, ἀστραγάλου ῥίζα ὁμοίως, βαλλωτῆς φύλλα ὁμοίως, βράθυος φύλλα ὡσαύτως, κράμβης φύλλα μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους, λιβανωτίδος φύλλα καὶ ἡ πόα· μελισσόφυλλον ἐπιπλασσόμενον καὶ πευκέδανον, χαμαίδρυς σὺν μέλιτι, περιστερεὼν ὁμοίως, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα σὺν μέλιτι.