Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(173)χίμετλα δὲ ἰᾶται καταντλούμενα· κυκλαμίνου ῥίζης ἀφέψημα, ἀσφοδέλου ῥιζῶν ὁμοίως, γογγύλη ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀφηψημένη, βατράχειον σὺν ὕδατι· ἀρκτίου φύλλα καὶ καυλὸς καὶ ῥίζα ἐν οἴνῳ ἀφεψόμενα καὶ αὐτὰ 〈δὲ〉 καταπλασσόμενα, μάδος 〈ὁ〉 ἀπὸ βυρσοδεψῶν καταντλούμενος, σιλφίου ἀπόζεμα, ὀρόβου ἀφέψημα, θάλασσα καθ’ ἑαυτήν.

(180) καταχριό μενα δὲ ὠφελεῖ πρὸ τοῦ ἑλκωθῆναι τὰ χίμετλα· ἀκακίας, πρασίου χυλός, ῥοὸς βυρσοδεψικῆς χυλός, λύκιον, ἀμόργη ἑψητή, κηροῦ πλατύσματα θερμὰ παρὰ μέρος ἐπιτιθέμενα ὡς πυρία, στυπτηρία μετὰ ψιμυθίου καὶ κηρωτῆς· ἢ βάτου κεκαυμένης τέφρα μετὰ κηρωτῆς. καταπλάσσεται δὲ πρὸ ἑλκώσεως γογγύλη ἑφθὴ ἐν ἅλμῃ. (181) πρὸς δὲ τὰ εἱλκωμένα ποιεῖ κηρωτὴ ἐν γογγύλῃ ὠμῇ ἐγγλυφείσῃ ἐπὶ θερμοσποδιᾷ ἑψηθεῖσα ἢ ἐν κυκλαμίνου ῥίζῃ ὁμοίως ἐγγλυφείσῃ·

δρακοντίου φύλλα ἑφθά, καρκίνοι ποτάμιοι

κεκαυμένοι μετὰ μέλιτος, κοτυληδὼν λεία, λιβανωτὸς σὺν στέατι ἀρκείῳ, λιθάργυρος σὺν κηρωτῇ μυρσινίνῃ, ἢ μολύβδαινα ὁμοίως, ἢ ὄνυχες ὄνων ἐπιπασσόμενοι λεῖοι κεκαυμένοι, πνεύμων θαλάσσιος λεῖος καταπλασσόμενος, πράσιον λεῖον ὁμοίως καταπλασσόμενον·

σῦκα ξηρὰ μετὰ κηρωτῆς ἢ ὠμὰ μετ’ ἐλαίου θερμοῦ λεῖα, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, κρίνου ῥίζα ἑφθὴ λεία καταπλασσομένη μετὰ στέατος χοιρείου ἀνάλου, σίδια ἐν οἴνῳ ἑφθά, σίλφιον μετ’ ἐλαίου λεῖον, στέαρ 〈καὶ〉 κηρὸς 〈μετ’ ἐλαίου〉 μυρσινίνου, ἢ φακὸς ἑφθὸς μετ’ ἐλαίου θερμοῦ λεῖος.