De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

σημεῖον δὲ τῆς 2 δεούσης καύσεως ἡγητέον τὸ λευκὸν ἢ ἀερόχρουν τοῦ χρώματος καὶ τὸ προσενεχθεῖσαν τῇ γλώσση οἱονεὶ φλέγειν αὐτήν. ὡσαύτως δὲ καὶ ἡ ἀπὸ ὄξους καίεται.

δύναμιν δὲ ἔχει καυστικὴν σφόδρα καὶ σμηκτικήν, κοτασταλτικήν τε καὶ στυπτικὴν καὶ σηπτικὴν ἄγαν καὶ ξηραντικήν. χρηστέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ· ταχὺ γὰρ διαπνεῖται, ὅθεν οὐδὲ ἀσκέπαστον οὐδὲ χωρὶς ἄγγους αὐτὴν ἀποθετέον.

πλύνεται δὲ αὕτη ὡς ἡ πομφόλυξ. ἡ δὲ ἄκαυστος στέλλει 3 οἰδήματα καθ᾿ ἑαυτὴν καὶ μετὰ μυρσίνης, καὶ κοιλίαν καὶ στόμαχον ῥευματιζόμενον καταπλασθεῖσα στέλλει, καὶ ῥοῦν γυναικεῖον κατὰ ἤτρου καὶ αἰδοίου καταπλασσομένη πραύνει, καὶ φύγεθλα ἀνέλκωτα διαφορεῖ καὶ φύματα, μαστούς τε σπαργῶντας σβέννυσιν. ἡ δὲ κεκαυμένη λεπροὺς ἀφίστησιν ὄνυχας σὺν ῥητίνῃ, καὶ μετὰ σχινίνου ἐλαίου συγχρισθεῖσα νύκτα ὅλην ξανθὰς ποιεῖ τὰς τρίχας. πλυθεῖσα δὲ μείγνυται εἰς τὰ ὀφθαλμικὰ ὡς ἡ σποδός· σμήχει δὲ οὐλὰς καὶ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς ἡ τοιαύτη.