The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀλλήλοις τʼ ἐκέλευον ἐλαυνέμεν· αἱ δʼ ἄρα νῆες
  2. ὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῇ
  3. Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.
  4. ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δʼ ἐπέλειφθεν
  5. ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι
  6. λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.
  7. οἱ δʼ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,
  8. τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι,
  9. αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου
  10. κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,
  11. ἐς νομὸν εὐγυάλοιο κατʼ ἄγγεος ἀμφιχυθεῖσαι