The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης
- πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,
- ἀλλʼ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν
- ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·
- τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη
- οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.
- οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες
- νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις
- Ἀργεῖοι σπεύδοντες, ἅπας δʼ ἠπείγετο ναύτης
- δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.
- οἱ δʼ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ