The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
  2. ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν
  3. αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
  4. σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη
  5. ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ
  6. πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
  7. οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη
  8. ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν
  9. ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.
  10. ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
  11. ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.