The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
  2. Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·
  3. εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
  4. φεύξονται προφυγόντες ἀνηνύστοις ἐπʼ ἀέθλοις.
  5. ἀλλʼ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες
  6. ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·
  7. ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
  8. δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
  9. ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
  10. ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις
  11. δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν