The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
  2. ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
  3. ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·
  4. οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης
  5. ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
  6. ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.
  7. φραζομένοις δʼ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
  8. γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·
  9. αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι
  10. ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
  11. αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς