The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
- ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
- ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο
- θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
- ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον
- γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
- οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
- θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες
- αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
- τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·
- οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,