The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
  2. Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
  3. κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
  4. ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες
  5. θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν
  6. ἀνέρες ἀγρευτῆρες· ὁ δʼ ἐκκριδὸν οἶος ἀπʼ ἄλλων,
  7. λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,
  8. δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·
  9. ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι
  10. Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους
  11. ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.