The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.
- ἠέλιος δʼ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων
- ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,
- δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ
- φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην
- νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.
- ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν
- ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων
- νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
- ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
- γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.