The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
- ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
- πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
- σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας
- μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
- ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
- ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
- ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
- εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
- καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις
- μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν.
- εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,
- ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος
- μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.
- τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν
- θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
- Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
- Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
- οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
- πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·