The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
- μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
- ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
- εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,
- εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.
- ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
- πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ.
- οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς
- λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες
- ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.
- ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
- συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
- ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
- αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
- πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς
- ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
- ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας
- δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
- ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·
- ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται