The Epistle to Diogentus

Pseudo-Justinus Martyr

Pseudo-Justinus Martyr, The Apostolic Fathers, Volume 2. Lake, Kirsopp. Loeb, 1917.

Ἁπλῶς δ̓ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτ̓ εἰσὶν ἐν κόσμῳ Χριστιανοί.

ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις.

οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ [*](Jo. 17, 11., 14. 16) τοῦ σώματος: καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν,

οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου.

ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι: καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ, ἀόρατος δὲ [*](Gal. 5, 17) αὐτῶν ἡ θεοσέβεια μένει.

μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι: μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς [*](Jo. 15, 18., 19) ἀντιτάσσονται.

ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη: καὶ Χριστιανοὶ τοὺς μισοῦντας [*](Mt. 5, 44;, Luk. 6, 27) ἀγαπῶσιν.

ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα: καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον.

ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ: καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι.

κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται: καὶ Χριστιανοὶ κολαζόμενοι καθ̓ ἡμέραν πλεονάζουσι μᾶλλον.

εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.