The Epistle to Diogentus

Pseudo-Justinus Martyr

Pseudo-Justinus Martyr, The Apostolic Fathers, Volume 2. Lake, Kirsopp. Loeb, 1917.

ἐν σαρκὶ τυγχάνουσιν, ἀλλ̓ οὐ κατὰ σάρκα ζῶσιν. [*](Philipp. 3, 18-20)

ἐπὶ γῆς διατρίβουσιν, ἀλλ̓ ἐν οὐρανῷ πολιτεύονται.

πείθονται τοῖς ὡρισμένοις νόμοις, καὶ τοῖς ἰδίοις βίοις νικῶσι τοὺς νόμους.

ἀγαπῶσι πάντας, καὶ ὑπὸ πάντων διώκονται. [*](II Cor. 6, 9)

ἀγνοοῦνται, καὶ κατακρίνονται: θανατοῦνται, [*](II Cor. 6, 10) καὶ ζωοποιοῦνται.

πτωχεύουσι, καὶ πλουτίζουσι πολλούς: πάντων ὑστεροῦνται, καὶ ἐν πᾶσι περισσεύουσιν.

ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίαις δοξάζονται. βλασφημοῦνται, καὶ δικαιοῦνται. [*](I Cor. 4, 12)

λοιδοροῦνται, καὶ εὐλογοῦσιν: ὑβρίζονται, [*](II Cor. 6, 10) καὶ τιμῶσιν.

ἀγαθοποιοῦντες ὡς κακοὶ κολάζονται: κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι.

ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καὶ ὑπὸ Ἑλλήνων διώκονται: καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν.