Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(423) λέγεται μὲν οὖν αὐτὸν εἶναι τὸν Φλνέα ὅς ὑπὸ Ἡλίου τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς εἰς ἀσπάλακα μετεβλήθη, ζῷον οὐδ’ ὅλως τὸν ὑπὸ γῆν ζόφον ἀπολιπεῖν ἀνεχόμενον. ὅθεν εἴ ποτε αὐτὸν θεάσαιτο Ἥλιος, ἀδυνάτως ἔχει τοῦ λοιποῦ τὴν γῆν ὑποδῦναι, πλανᾶται δὲ οὕτω τὸν συνήθη σκότον ἐπυζητῶν καὶ τὸ φίλον πᾶσι φῶς ἀποτετραμμένος. τετραμμένος.

(424) Ἀριστοφάνους. Ἐχῖνος ὁ χερσαῖος πόδας μὲν ἔχει πενταδακτύλους, καθάπερ καὶ ἡ ἄρκτος, ῥύγχος ὑός, ὀδόντας οὕς μὲν προβάτου, οὕς δὲ κυνός· μαστοὺς ἑπτά, εἰς τὰ δεξιὰ πέντε καὶ εἰς τὰ ἀριστερὰ δύο· κέρκον μικρὰν καὶ αἰδοῖον ὑποκείμενον· τῆς δὲ μήτρας τὸ αἰδοῖον ὑός.

(425) ἀνατμηθεὶς δέ, γλῶσσαν μὲν οὐκ ἔχει μεγάλην, τὰ δ’ ἄλλα σπλάγχνα ὅμοια ὑί, σπλῆνα δὲ λίαν μέλανα, ὅμοιον τῷ τοῦ ἵππου.

(426) τοὺς δὲ ὄρχεις ὁ ἄρρην ἔχει ἔσω πρὸς τῇ ὀσφύι καθάπερ οἱ ἀλεκτρυόνες· ἡ δὲ θήλεια τὴν ὑστέραν δίκρουν.

(427) λέγεται δὲ τὸ ζῷον τοῦτο προμεταβάλλειν τὰς ἰδίας ὀπάς, καὶ ὅταν μὲν βόρεια μέλλῃ πνεῖν, εἰς τὰ νότια, ὅταν δὲ νότια εἰς τὰ βόρεια. ὅθεν κατανοήσαντά τινα τὸ γινόμενον ὑπὸ τῶν ἐν Βυζαντίῳ προλέγειν τοῖς πολίταις τοὺς μέλλοντας ἀνέμους πνεῖν, καὶ οὕτω δόξαν ἀπενέγκασθαι οὐ τὴν τυχοῦσαν.

[*](1 ὅτι] cf. Ael. nat. anim. XVII 10 (p. 416,23-26 Hereh.). Arist. hist. anim. Θ 28 p.635b31. mirab.ausc.124 p.842b3 4 ζοφερόν] Timoth..p.23,8 κεφ.μ’. περὶ ἀσπάλακος. ὅτι ἀσπάλαξ ἐστὶ τυφλῆ γαλῆ, ὅς ὑπὸ τὴν γῆν ἕρπων ἐσθίει τὰς ῥίζας τῶν φυτῶν καὶ ξηραίνει αὐτά 6. 7 θηρεὐονται] Timoth. p.23,10 ἀγρεύεταιδὲ δόλῳ καὶ παγίσι. cf. Oppian. Cyneg.1 612 sqq. 8 λέγεται] Timoth. p.23,10 λέγεται δὲ εῖναι ινεὸς καὶ μεταβληθῆναι εἰς θηρίον χόλῳ τοῦ λίου, ὥστε καὶ ἐὰν ὀφθῇ τῷ Ἡλίῳ, οὐκέτι δέχεται αὐτὸν ἡ γῆ 19. 20 τοὺς δὲ ὄρχες] Arist.gener.anim.Ἀ 5 p. 717b26 πάντα δ ἔχει τὰ ζῳοτόκα τοὺς ὄρ- χες ἐν τῷ πρόσθεν ἢ ἔξω, πλὴν ἐχίνου· οὖτος δὲ πρὸς τῇ ὀσφύι μόνος διὰ τθὴν αὐτὴν αἰτίαν δι’ ἢνπερ καὶ οἱ ὄρνιθες. cf.Hist.anim.Γ 1 p.509 p9 21 λέγεται] Arist.hist.anim.16 p. 612b4 περὶ δὲ τῆς τῶν ἐχίνων αἰσθήσεως συμβέβηκε πολλαχοῦ τεθεωρῆσθαι ὅτι μεταβαλλόντων βορέων καὶ νότων οἱ μὲν ἐν τῇ γῇ τὰς ὀπὰς αὑτῶν μεταμείβουσιν, οἱ δ ἐν ταῖς οἰκίαις τρεφόμενοι μεταβάλλουσι πρὸς τοὺς τοίχους, ὧστ’ ἐν Βυζατίῳ γέ τινά φασι προλέγοντα λαβεῖν δόῇαv ἐκ τοῦ κατανενοηκέναι ποιοῦντα ταῦτα τὸν ἐχῖνον)[*](1 Ἡιλυνοῦ culpa rubricatoris D 2 τὴν ex Ael. scripsi: τῶν D 7 κρομύου πνοὴ D 8 ἀναδύντες βερέθρων scripsi: ἀναθέντες κερέθρων 0 12, 13 ἀποτετραμ- μένος scripsi: ἀποτετραμμένον D 15 υἱός D 17 μήτρας τὸ αἰδοῖον sic D 18 ἀνατμηθεὶς scripsi ef. 8 § 138 p.72,12al.: ἀποτμηθεὶς D 22 μέλλῃ scripsi: μέλλει D 23 ὑπὸ delevi)
119

(428) Αἰλιανοῦ. Ἐχῖνον τὸν χερσαῖον οὐκ ἄσοφον οὐδ’ ἀμαθῆ ταμείας τῆς ἐς τὴν χρείαν ἡ φύσις ἐποίησεν. ἐπεὶ γὰρ δεῖται τροφῆς διετησίου, τὰ δὲ ὡραῖα οὐ πᾶσα ὥρα δίδωσιν, ἑαυτὸν ἐν ταῖς τρασιαῖς κυλίειν φασὶ καὶ τῶν ἰσχάδων τὰς πεπανθείσας, αἳ πολλαὶ πήγνυνται ταῖς. [*](f. 372v) ἀκάνθαις, ἡσυχῇ κομίζει καὶ ἀποθησαυρίσας φυλάττει, καὶ ἔχει λαβεῖν ἐκτοῦ φωλεοῦ, ὅτε πορίσαι οὐχ οἷόν τε ἔξωθέν ἐστιν.

(429 Ἓν τῶν βασκάνων ζφῴων καὶ ὁ ἐχῖνος ὁ χερσαῖος εἶναι πεπίστευται. ὅταν οὖν ἁλίσκηται, πσραχρῆμα ἐνούρησε τῷ δέρματι καὶ ἀ⟨χρεῖο⟩ν ἀπέφηνεν αὐτό. δοκεῖ δὲ εἰς πολλὰ ἐπιτήδειον.

(430) Ἐκ τοῦ Τιμοθέου. Τῷ ἐχίνῳ δὲ ἡ ἀλώπηξ συστᾶσα πρὸς πόλεμον, καίπερ οὖσα δεινὴ τὴν φύσιν, ὅμως ἥττηται, καὶ τὴν τέχνην ἔχει πολλάκις ἐληλεγμένην. εἰς ἑαυτὸν γὰρ οὗτος συσπειραθείς, ἴσα καὶ λίθῳ πρόσκειται τὰς τρίχας ἐπιφρίξας καὶ ὥσπερ εὔθηκτα βέλη προβεβληκώς, ἐν αἷς δή πως ἐμπαίουσα ἡ ἀλώπηξ εἴκει μὲν καὶ ἄκουσα τῷ πολέμῳ.

(431) τὰ ὅμοιω δὲ πάσχειν καὶ τὸν ὄφιν φασίν, πρὸς μάχην αὐτῷ ξυγγενόμενον. ὁ μὲν γὰρ ταῖς ἀκμαῖς τῶν τριχῶν ἐμβεβηκλς αὐτοῦ τοὺς ὀδόντας ξυνῆκε, τοῦτο δὴ τὸ λεγόμενον, εἰς κέντρα λακτίζων, εἶτα καὶ νῶτα δοὺς ὀξὺς οἴχεται. ὁ δ’ ὥσπερ ἔχει σχήματος, εὐθὺ τούτου φέρεται δίκην σφαίρας ἐγκυλιόμενος, καὶ καταλαβὼν ἐμπίπτει καὶ ταῖς ἀκάνθαις αὐτὸν ἐμπείρων οὐκ ἀπολήγει. ὁ δέ γε ὄφις ἡττώμενος τῶν πληγῶν τῷ ὁλκῷ περιβέβληκε, καὶ συνέσφιγξεν αὐτὸν ἐρρωμένως, ἀλλ’ ὅδε μᾶλλον εἴσω τοῦ κακοῦ γενόμενος κατέξανται ταῖς ἀκάνθαις, ἐκεῖνόν τε οὐδὲν βλάψας ἑαυτῷ φθορᾶς γέγονεν αἴτιος.

(432) Ἔγειν δὲ καὶ ὠψέλιμόν τι ταῖς δυστοκούσαις φασὶ γυναιξὶ τὸν ἐχῖνον. τούτου γὰρ τὴν χρλὴν σὺν κηρῷ λειανθεῖσαν τεθνηκὸς ἔμβρυον τῆς γαστρὸς ὑπεξάγειν.

(433) Τίκτειν δὲ αὐτὸν λέγουσιν ἐν ἑπτὰ τόκοις ὀκτὼ καὶ εἴκοσι τὰ πάντα σκυμνίσ.

[*](1 ἐχῖνον] Ael. nat. anim. IIII 10 (p. 62,18—25 Hereh) 7 ἓν τῶν βασκάνων] Ael. l. c. IV 17 (p. 86,28—31 Hereh) 10 τῷ ἐχίνῳ] Τimoth. p. 7,26 ὅτι ὁ ἐχῖνος νικῷτὴν ἀλώπεκα τῇ μάχη, μὴ δυναμένην αὐτοῦ βιάσασθαι τὰς ἀκάνθας. cf. Plut. de solert. anim. XVI 9 p. 971v 15 τὰ ὅμοια] Timotb. p. 7, 23 ὅτι ὁ ἐχῖνος φονεύει τὸν ὅψιν μαχόμενος καὶ ταῖς ἀκάνθαις περιπείρων αὐτὸν κατατέμνει 24 ἔχειν] Timoth. p. 8,8 ὅτι ἡ χολὴ αὐτοῦ λειαινομένη σὺν κηρῷ τὰ τεθνηκότα ἔμβρυα καταφέρει. 27 τίκτειν] videtur continuatum ex Timotheo)[*](1 Ἡιλιανοῦ culpa rubricatoris D Εχῖνον calpa rubricatoris D 2 ταμείας D: ταμιείας Ael. 3 διετησίου Ael.: ἐτησίου D τρασιαῖς Ael.: πρασίαις D 4 κυλίειν D Ael.: κυλίει Reiske πεπανθείσας D: περιπαρείσας Ael. πήγνυνται D Ael.: ἐμπήγνυνται Hereher 7 ζῴων D: ζῴων μέντοι Ael. ὁ ἐχῖνος D: ἐχῖνος Ael. 8 οδν D: γοῦν Ael. ἐνούρησε D Ael.: ἐνεούρησε Hercher 9 ἀχρεῖον scripsi ex Ael.: ἀ . . . . . ν cetera blatis corrosa D 12 ἑαυτὸν scripsi: ἑαυτὴν D 14 μὲν delevi 15 αὐτῷ scripsi: αὑτὸν D 16 ἐμβεβηκὼς D: fortasse ἐμβεβληκὼς 19 ἐγκυλόμενος D: fortasse κυλιόμενος 25 λιανθεῖσαν D)
120

(434) Ὅπερ δὲ Aἰλιανὸς περὶ τῶν ἰσχάδων εἴρηκε, τοῦτο καὶ οὖτος ἐπὶ τῶν σταφυλῶν λέγει ποιεῖν τὸν ἐχῖνον, ἐμβαλλόμενον αὐτὰς ταῖς ἀκάνθαις καὶ τοῖς αὐτοῦ τέκνοις προσάγοντα δεῖπνον.

(435) Ἐκ τοῦ Ἀριστοτέλους Περὶ παραδόξων ἀκουσμάτων. Ὅτι φασὶ τὸν ἐχῖνον ἄσιτον διαμένειν ἕως ἐνιαυτοῦ. |

[*](f.373r)

(436) Ἀριστοφάνους. Ἡ νυκτερίς ἐστι μὲν τῶν καρχαροδόντων καὶ πολυσχιδῶν καὶ δερματοπτέρων, ἔχει δὲ δακτύλους πέντε εἰς ἕκαστον τῶν ποδῶν καὶ τῶν χειρῶν καθάπερ οἱ μύες, πρόσωπον ὅμοιον ὑἰ, ὠτάρια μεγάλα, ὀδόντας διστιχεῖς καὶ ὀξεῖς, μεγάλους, ὄμματα ἐπὶ τοῖς χείλεσιν ἐπικείμενα. ἔχει δὲ καὶ μαστοὺς δύο, ἐν οἷς καὶ γάλα.

(437) ἀνατμηθεῖσα δὲ τὰ ἐντόσθια ἔχει ὅμοια ὐί.

(438) ὀχεύει δὲ τῆς θηλείας συγκαθισάσης ὁ ἄρρην ἐπιβαίνων.

(439) ἔστι δὲ τοῦτο μόνον τῶν πτητικῶν ζῳοτόκον. τίκτει γὰρ σκυμνία, καὶ ταῦτα θηλάζει ἅμα πετομένη, ὑπὸ τὰς μασχάλας αὐτὰ ἔχουσα. τίκτει δὲ δύο ἐφάπαξ καὶ τρία· λέγεται δὲ καὶ τετριχῶσθαι μικροῖς καὶ δυσθεωρήτοις τριχιδίοις.

(440) ἐπιλέγεται δὲ καὶ τὰ μικρὰ τῶν ζῴων σκνιπολογοῦσα.

(441) Αἰλιανοῦ, Ὅτι πέπυσμαι πελαργὸν νυκτερίδα μισεῖν, καὶ ἐκείνην ἀντιμισεῖν ὡς πολέμιον.

(442) Ἐκ τῆς ξαημέρου τοῦ θείου Βασιλείου. Τετράπουν τὸ αὐτὸ καὶ πτηνὸν ἡ νυκτερίς, καὶ μόνη τῶν ὀρνίθων ὀδοῦσι κέχρηται. καὶ ζωογονεῖ μὲν ὡς τὰ τετράποδα, ἐπιπολάζει δὲ τῷ ἀέρι οὐχὶ πτερῷ κουφιζομένη, ἀλλ’ ὑμένι τινὶ δερματίνῳ.

(443) καὶ μέντοι καὶ τοῦτο ἔχει τι φιλάλληλον ἐν τῇ φύσει, καὶ ὥσπερ ὁρμαθὸς ἀλλήλων αἱ νυκτερίδες ἔχονται καὶ μία τῆς μιᾶς ἤρτηται.