Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(51) ἡ δὲ δασύπους τίκτει κατὰ μῆνα.

(52) τὸ δὲ πρόβατον κύει μῆνας πέντε, ὡσαύτως καὶ ἡ αἴξ· [*](1 περὶ δὲ τὰς σήραγγας] Arist.hist.anim.Ε 15 p. 547b21 περὶ δὲ τὰς  σήραγγας τῶν πετρδίων , τήθυα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἶον αἱ λεπάδες καὶ οἱ νηρεῖται 3 ἔχει δὲ ὁ σπόγγος] Arist.hist.anim.Ε 16 p. 548a28 τῶν δὲ σπόγγων ἐν ταῖς θαλάμαις γίνονται πιννοφύλακες. ἔπεστι δ᾿  οῖον ἀράχνιον ἐπὶ τῶν θαλαμῶν, ὃ διοίγοντες καὶ συνάγοντες θηρεύουσι τὰ ἰχθὐδια τὰ μικρὰ πρὸς μὲν τὸ εἰσελθεῖν διοίγοντες αὐτά, ὅταν δ᾿  εἰσέλθῃ, συνάγοντες 5 κύει] Arist.hist.anim.H 4 p. 584a33 τὰ μὲν οὖν ἄλλα ζῷα μοναχῶς ποιεῖται τὴν τοῦ τόκου τελείωσιν· εἷς γὰρ ὥρισται τοῦ τόκου χρόνος πᾶσιν· ἀνθρώπῳ δὲ πολλοὶ μόνω τῶν ζῴων· καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα γίνεται, καὶ δεκάμηνα τὸ πλεῖστον· ἕναι δ᾿  ἐπλαμβάνουσι καὶ τοῦ ἑνδεκάτου μηνός. cf. Arist.gener.anim.Δ4 p.772b6. cf. in secunda parte f.337ν §33.34 9 κύων κύει] cf.Arist.hist.anim.Ζ 20 p. 574a20 10 τίκτει δὲ] cf. Arist.hist.anim. 20 p. 574b24 τίκτει δὲ κύων σκυλάκια τὰ πλεῖστα δώδεκα, ὡς δ᾿  ἐπὶ τὸ πολὺ πέντε ἢ ἔξ κύει] Arist.hist.anim.Ζ35 p. 580a11 λύκος δὲ κύει μὲν καὶ τίκτει καθάπερ κύων τῷ χρόνῳ καὶ τῷ πλήθει τῶν γιγνομένων ἡ δὲ ἵππος] Arist. hist. anim.Ζ22 p. 575b26 κύει δ’ (ἡ ἵππος) ἕνδεκα μῆνας, δωδεκάτῳ δὲ τίκτει 11 ἡ δὲ ὄνος] Arist.hist.anim.Ζ 23 p. 577a21 τίκτει δὲ (ὄνος) δωδεκάτῳ μηνί. cf. Arist.gener.anim. B 8 p. 748a30 12 ἡ δὲ κάμηλος] Arist.hist.anim.Ζ 26 p. 578a10 ἡ δὲ κάμηλος κύει μὲν δέκα μῆνας, τίκτει δ᾿   ἀεὶ) ἕν μόνον. at hist. anim.Ε p.546b3 κὺει δὲ δώδεκα μῆνας ἡ δὲ ἔλαφος] Arist.l.c.Z 29 p.578b13 κύει δ᾿  ὀκτὼ μῆνας (ἠ ἔλαφος) 13 ἡ δὲ ἄρκτος] Arist. l. c.Z 30 p.579a20 κὺει δ᾿  ἄρκτος τριάκονθ’ ἡμέρας 14 καὶ ἡ πανθὴρ] Arist.l.c.Z 35 p. 580a23 οἱ δὲ αἴλουροι καὶ οἱ ἰχνεὐμονες τίκτουσιν ὅσαπερ καὶ οἱ κύνες . . . . .:  καὶ ὁ πάνθηρ δὲ τίκτει τυφλὰ κτλ. 15 δασύπους] Arist.l.c.Z 33 p.579b33 καὶ τίκτουσι (δασύποδες) κατὰ μῆνα 16 πρόβατον] Arist. l.c.Ζ 19 p. 573b20 κύει δὲ πέντε μῆνας καὶ πρόβατον καὶ αἴξ) [*](2 αἱ νήρεις Rose: ἐνήρεις οἱ δὲ Rose: αἱ δὲ P σπόγγοι in σπόγκοι correxit P4 πετρῶν Rose: πτερῶν P 3 σπόγγος Rose: σπόγκος P πιννοφύλακες. φὺλακα Rose 5 κύει Rose: κύειν p ἀεὶ τοὺς ἴσους scripsi: αὐτοὺς ἴσους P Rose: τοὺς ἴσους Sauppe 6 ἄλλοις Rose: ἄλλως P ante ἡ μὲν οὖν lemma praefigit Ι᾿υνή P 7 ἑπτὰ μῆνας Rose: ἑπτάμηνα P 8 καὶ ὀκτὼ addidi ex Aristotele καὶ τοῦ δεκάτου Rose: καὶ δεκάτου P 10 εἴκοσι] litterae κ et αι videntur con- fusae ante ἡ lemma  Ἵππος habet P 15 κῦνες ex μῦνες correxit P1)

14
ἡ δὲ βοῦς μῆνας ἐννέα, τῷ δὲ δεκάτῳ τίκτει· ὁ δὲ ἐλέφας ἔτη δύο, οἱ δὲ λέγουσι δέκα καὶ ὀκτὼ μῆνας, τῷ δὲ ἐννεακαιδεκάτῳ τίκτει.

(53) ῥηθήσεται δὲ καὶ περὶ τῆς ἐκτέξεως αὐτῶν καὶ ἐκτροφῆς καὶ τῆς ποσότητος τῶν γεννωμένων καὶ τὸ ὅλον τοῦ βίου αὐτῶν ἐπ’ ἀκριβείας κατὰ προγραφὴν ἐν τῷ δευτέρῳ ἐπιγραφησομένῳ δὲ περὶ τῶν ζῳοτοκούντων, νῦν δὲ ὑπομνήσεως χάριν ἐπιτετροχάσθω.

(54) Ἐπειδὴ δὲ ἀρχὴ πάσης γενέσεως ἐναίμου τὸ σπέρμα, τί δέ ἐστι καὶ ποῖον κατὰ τὴν οὐσίαν καὶ πόθεν ζητεῖται, ἀκόλουθον ἂν εἴη τοῖς προειρημένοις καὶ περὶ τούτου εἰπεῖν.

(55) Ἐναπορεῖ ὁ Ἀριστοτέλης κατὰ μὲν πρῶτον περὶ τῆς οὐσίας αὐτοῦ. πῶς γάρ, φησίν, ἐξερχόμενον ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν ἐστιν, ἐπιμένον δὲ καὶ ψυχόμενον εἰς ὕδωρ ἀναλύεται; ἄτοπον δέ ἐστιν ὕδωρ αὐτὸ λέγειν· οὐ γὰρ παχύνεται ὑπὸ θέρμης ὕδωρ, τὸ δὲ σπέρμα παχύ τι καὶ λευκὸν χρῆμα φαίνεται ὑπάρχον. ἀλλ’ εἰ ἐλέγομεν αὐτὸ ἐκ γεώδους καὶ ὑδατώδους εἶναι, ἐχρῆν καὶ ψυχόμενον αὐτὸ μὴ ἐξυδατοῦσθαι, τοὐναντίον δὲ καὶ πήσσεσθαι, καθάπερ καὶ τὰ ἐκ τῆς γῆς καὶ ὕδατος ὁρῶμεν τῷ χρόνῳ ξηραινόμενα. ἀλλὰ μὴν καὶ εἰ ἧν αἶμα, ὥς τινες ἔφασαν τῶν ἀρχαίων, πέψει δὲ μεταβεβληκὸς τὴν χροιάν, ἔδει αὐτὸ τῷ ψύχει μᾶλλον πήσσεσθαι, ὅπερ καὶ περὶ πᾶν αἷμα ψυχόμενον συμβαίνει. μήποτε οὖν, φησίν, ἐξ ὕδατος [*](1 βοῦς] Arist.hist.anim. Ζ 21 p. 575a25 κύει δ᾿  ἐννέα μῆνας (βοῦς, δεκάτῳ δὲ τίκτει ἐλέφας] Arist.hist.anim.Ε 14 p.546b11 κύει δ᾿  ἔτη δύο. hist.anim.Ζ 27 p. 578a18 ὅταν δ᾿  ὀχευθῇ ἡ θήλεια, φέρει ἐν γαστρί, ὡς μέν τινές φασιν, ἐνιαυτὸν καὶ ἕξ μῆνας, ὡς δ᾿  ἕτεροι, τρί’ ἔτη 7 ἀρχὴ] Arist.part.anim.Β 7 p. 653b17 τὸ μὲν γὰρ (σπέρμα) ἀρχὴ γενέσεως αὐτῶν (τῶν ζῴων) ἐστί 10 ἐναπορεῖ ὁ Ἀριστοτέλης] gener. anim.Β 2 p. 735a29 περὶ δὲ τῆς τοῦ σπέρματος φύσεως ἀπορήσειεν ἄν. τὸ γὰρ σπέρμα ἐξέρχεται μὲν ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν, ψυχόμενον δὲ γίνεται ὑγρὸν ὥσπερ ὕδωρ, καὶ τὸ χρῶμα ὕδατος. ἄτοπον δὴ ἄν δόξειεν· οὐ γὰρ παχύνεται ὕδωρ θερμῷ, τὸ δ᾿  ἔσωθεν ἐκ θερμοῦ ἐξέρχεται παχύ, ψυχόμενον δὲ γίνεται ὑγρόν. καίτοι πήγνυταί γε τὰ ὑδατώδη· τὸ δὲ σπέρμα οὐ πήγνυται τιθέμενον ἐν τοῖς πάγοις ὑπαίθριον, ἀλλ’ ὑγραίνεται, ὡς ὑπὸ τοῦ ἐναντίου παχυνθέν. ἀλλὰ μὴν οὐδ’ ὑπὸ θερμοῦ παχύνεσθαι εὄλογον. ὅσα γὰρ γῆς πλεῖον ἔχει, ταῦτα συνίσταται καὶ παχύνεται ἑψόμενα, οἶον καὶ τὸ γάλα. ἔδει οὖν ψυχόμενον στερεοῦσθαι. νῦν δ᾿  οὐθὲν γίνεται στερεόν, ἀλλὰ πᾶν ὧσπερ ὕδωρ. ἡ μὲν οὖν ἀπορία αὕτη ἐστίν· εἰ μὲν γὰρ ὕδωρ, τὸ ὕδωρ οὐ φαίνεται παχυνόμενον ὑπὸ τοῦ θερμοῦ, τὸ δ᾿  ἐξέρχεται παχὺ καὶ θερμὸν καὶ ἐκ θερμοῦ τοῦ σώματος· εἰ δ᾿  ἐκ γῆς ἤ μικτὸν γῆς καὶ ὕδατος, οὐκ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ὕδωρ 17 ἀλλὰ μὴν καὶ εἰ ἦν οἶμα] locus apud Aristotelem non extans 19 μήποτε] Arist.gener.anim.B2 p.735b7 (continuatio loci supra citati) ἢ οὐ πάντα τὰ συμβαίνοντα διῃρήκαμεν. οὐ γὰρ μόνον παχύνεται τὸ ἐξ ὅδατος καὶ γεώδους συνιστάμενον ὑγρόν, ἀλλὰ καὶ τὸ ἐξ ὕδατος καὶ πνεύματος, οἶον καὶ ὁ ἀφρὸς γίνεται παχύτερος καὶ λευκός, καὶ ὅσψ ἂν ἐλάττους καὶ ἀδηλότεραι αἱ πομφόλυγες ὦσι, τοσούτῳ καὶ λευκότερος καὶ στιφρότερος ὁ ὄγκος φαίνεται. τὸ δ᾿  αὐτὸ καὶ τὸ ἔλαιον πάσχει· παχύνεται γὰρ τῷ πνεύματι μιγνὐμενον· διὸ καὶ τὸ λευκαινόμενον παχύτερον γίνεται τοῦ ἐνόντος ὑδατώδους ὑπὸ τοῦ θερμοῦ διακρινομένου καὶ γινομένου πνεύματος . .  . . . καὶ αὐτὸ τὸ ὕδωρ τῷ ἐλαίῳ μιγνύμενον γίνεται παχὺ καὶ λευκόν· καὶ γὰρ ὑπὸ τῆς τρίψεως ἐγκατακλείεται) [*](5 ἐπιγραφησομένῳ (non ἐπιγραφομένῳ) P 14 ἐλέγομεν scripsi: λέγομεν P 16 (item 18) πήσσεσθαι Rose: πήσεσθαι p 18 μεταβεβληκὸς Sauppe: μεταβεβηκὸς p)

15
καὶ πνεύματός ἐστιν, οἷος ὁ ἀφρὸς ὁ ἐπὶ τοῦ ὕδατος γινόμενος; οὗτος γὰρ γίνεται παχύτερος καὶ λευκότερος ὅσῳ ἂν ἐλάττους καὶ ἀδηλοτέρας ἔχῃ τὰς πομφόλυγας. τὸ δ’ αὐτὸ γινόμενον ὁρᾶται καὶ περὶ τὸ ἔλαιον τὸ [*](f.10v) μετὰ τοῦ ὕδατος· παχύνεται γὰρ ἅμα καὶ λευκαίνεται ἐν τῇ τοῦ πνεύμκτος παρεμβολῇ· ἡ γὰρ ἀνακοπὴ καὶ ἡ κίνησις πλεῖον πνεῦμα αὐτοῖς ἐγκατακλείει. ἀμέλει δὲ καὶ αὐτὸ τὸ ἔλαιον πνεῦμα ἔχει ἐν ἑαυτῷ πλεῖστον, δι’ οὔ καὶ ἐπὶ τοῦ ὕδατος ἐπιπολάζει ἀνακουφιζόμενον ὑπὸ τούτου. ὅθεν ἐξ ὕδατος καὶ πνεύματος λέγοι ἄν τις τὸ σπέρμα εἶναι καθάπερ, ὡς προεῖπον, καὶ ὁ ἀφρός.

(56) αἴτιος δὲ γίνεται τῆς ἀπηξίας τοῦ σπέρματος ὁ ἐνυπάρχων ἐν αὐτῷ ἀήρ· πᾶς γὰρ ἀὴρ ἂπηκτος. ἔοικε δέ, φησί. τὸ λεγόμενον ὑφ’ ἡμῶν μηδὲ τοὺς ἀρχαίους λεληθέναι, ὡς ἀφρώδης ἐστὶν ἡ τοῦ σπέρματος φύσις· τὴν γὰρ δεσπόζουσαν τῆς μίξεως τοῦ σπέρματος θεὸν Ἀφροδίτην προσηγόρευσαν οὐκ ἐξ ἑτέρου ἀλλ’ ἐξ ἀφροῦ.

(57) ἐπιμέμφεται δὲ καὶ Ἀριστοτέλης Κτησίαν τὸν Κνίδιον καὶ Ἡρόδοτον τὸν ἱστοριοτὸν μὲν Κτησίαν λέγοντα ὡς ψυχόμενον τὸ τῶν ἐλεφάντων σπέρμα σκληρύνεται καὶ γίνεται ὅμοιον ἠλέκτρῳ, τὸν δὲ Ἡρόδοτον λέγοντα ψεύδεμέλαν εἶναι τὸ τῶν Αἰθιόπων σπέρμα. τούτους δὲ ἐπιμεμφόμενος τῇ ἰδίᾳ ὑποθέσει προστίθεται. εἰ γὰρ πήσσεται τὸ τῶν ἐλεφάντων σπέρμα, οὐκέτι ἀφρῶδες· ὁ γὰρ ἀφρὸς ἄπηκτος· εἰ δὲ μέλαν, οὐκέτι ἐξ ὕδατος [*](πνεῦμα, καὶ αὐτὸ τὸ ἔλαιον ἔχει πνεῦμα πολύ· ἕστι γὰρ οὔτε γῆς οὔτε ὕδατος ἀλλὰ πνεύματός τὸ λιπαρόν. διὸ καὶ ἐπὶ τῷ ὕδατι ἐπιπολάζει· ὁ γὰρ ἐν αὐτῷ ὢν ἀήρ, ὥσπερ ἐν ἀγγείῳ, φέρει ἄνω καὶ ἐπιπολάζει καὶ αἴτιος τῆς κουφότητός ἐστιν 8 ὅθεν] Arist. gener. anim.Β 2 p. 735b37 ἔστι μὲν οὖν τὸ σπέρμα κοινὸν πνεύματος καὶ ὕδατος, τὸ δὲ πνεῦμά ἐστι θερμὸς ἀήρ· διὸ ὑγρὸν τὴν φύσιν, ὅτι ἐξ ὕδατος 9 αἴτιος] Arist.gener.anim.Β 2 p. 736a22 φανερὸν δὲ ὅτι διὰ τοῦτ’ οὐδὲ πήγνυται· ὁ γὰρ ἀὴρ ἂπηκτος 10 ἔοικε] Arist.gener.anim.Β 2 p. 736a18 ἔοικε δὲ οὐδὲ τοὺς ἀρχαίους λανθάνειν ἀφρώδης ἡ τοῦ σπέρματος οὖσα φύσις· τὴν γοῦν κυρίαν θεὸν τῆς μίξεως ἀπὸ τῆς δυνάμεως ταύτης προσηγόρευσαν 13. 14 ἐπιμέμφεται] Arist.gener.anim.Β 2 p. 736a2 Κτησίας γὰρ ὁ Κνίδιος ἂ περὶ τοῦ σπέρματος τῶν ἐλεφάντων εἵρηκε, φανερός ἐστιν ἐψευσμένος. φησὶ γὰρ οὕτω σκληρύνεσθαι ξηραινόμενον ὥστε γίνεσθαι ἠλέκτρῳ ὅμοιον 14 Ἡρόδοτον] Arist.hist. anim.Γ 22 p. 723a17 ἀλλ’ Ἡρόδοτος διέψευσται γράψας τοὺς Αἰθίοπας προίεσθαι μέλαιναν τὴν γονήν...ψευδὲς δ’ ἐστὶ καὶ ὃ Κτησίας γέγραφε περὶ τῆς γονῆς τῶν ἐλεφάντων. cf. gener. anim.Β 2 p. 736a10 18 εἰ γὰρ πήσσεται] cf. Arist. gener. anim.Β 2 p.736a8 παχὺ δὲ καὶ λευκὸν (τὸ σπέρμα) διὰ τὸ μεμῖχθαι πνεῦμα ... 13 αἴτιον δὲ τῆς λευκότητος τοῦ σπέρματος ὅτι ἐστὶν ἡ γονὴ ἀφρός, ὁ δ᾿  ἀφρὸς λευκόν, καὶ μάλιστα τὸ ἐξ ὀλιγίστων συγκείμενον μορίων καὶ οὕτω μικρῶν ὥσπερ ἑκάστης ἀοράτου τῆς πομφόλυγος οὔσης, ὅπερ συμβαίνει καὶ ἐπὶ τοῦ ὔδατος καὶ τοῦ ἐλαίου μιγνυμένων καὶ τριβομένων, καθάπερ ἐλέχθη πρότερον) [*](1 οῖος ex οῖον correxit P1 (Schone) 2 ἀδηλοτέρας Rose: ἀδηλοτέρους P ἔχῃ Sauppe: ἔχει P 4 λευκαίνεται scripsi: λεπτύνεται P 8 λέγοι Rose: λέγη P 8. 9 ὡς προεῖπον] supra p.14,19 9 ὁ (non ἡ) ἀφρός habet p 10 ἄπηκτος Rose: ἄτηκτος P 11 ἀφρώδης ἐστὶν ἡ Sauppe ex Aristotele: ἡ ἀφροδίτη ἐστὶ P 12 τοῦ σπέρματος (post μίξεως) delendum puto 16 σκληρύνεται Rose: σκηρύνεται P 18 πήσεται P 19 ἀφρῶδες —οὐκέτι omisit culpa typothetae editio princeps. cf. Rose in Hermae vol. VII 493 μέλαν sic p)

16
καὶ πνεύματος· ἡ γὰρ τούτων μίξις λευκή.

(58) ἀντιλέγει δὲ καὶ τοἵς λέγουσι τὸ σπέρμα σύντηγμα εἶναι· ἄλογον γάρ, ἐπειδὴ πᾶσα σύντηξις τῶν παρὰ φύσιν, ἐκ δὲ τῶν παρὰ φύσιν ζῷον οὐκ ἂν γένοιτο. συνάγει οὖν τὸ σπέρμα τὴν μὲν οὐσίαν ἐξ ὕδατος καὶ πνεύματος, τὴν δὲ γένεσιν εἰληφέναι ἐκ περιττώματος χρησίμης τροφῆς τῆς ἐσχάτης. ἐσχάτη δὲ ἡμῖν, ἐστὶ τροφὴ τὸ οἶμα, ὥστε ἐκ τῆς αἱματικῆς τροφῆς τῆς ἐν τῷ συνδυασμῷ πεττομένης καὶ μεταβεβληκυίας τὸ σπέρμα. διὸ καὶ μεγάλην αὐτὸ ἔχει δύναμιν.

(59) ἐχομένως ἀπορεῖ, πότερον ἀφ’ ὅλου τοῦ σώματος ἡ καταβολὴ τούτου ·ἢ ἀπὸ μέρους, καὶ ἀπὸ τοῦ ἄρρενος μόνου ἢ καὶ ἀπὸ τῆς θηλείας, καὶ τὸ ὅλον εἰ συμβάλλεται τὸ θῆλυ πρὸς τὴν ζῳογονίαν ἢ οὔ.

(60) οὐχ ὅλον ἀφ’ ὅλου εὔλογον φέρεσθαι. ἐχρῆν γάρ, εἴπερ ἧν ἀφ’ ὅλου ἡ φορά, μὴ ἀθρόαν τὴν ἡδονὴν παρακολουθεῖν ἡμῖν, ἀλλὰ κατὰ [*](f.11r) μέρος ὡς καὶ συνέρρει· ἀπὸ γάρ τινος πρώτου καὶ δευτέρου φιλεῖ φέρεσθαι, ἡμῖν δὲ ἄδηλον γίνεται διὰ τὴν ταχύτητα. καὶ ἔτι, εἴ τι, φασίν, ἐκ διεστώτων ἡμῖν μερῶν ἐνεχθήσεται ἢ ἐκ συνεχῶν· καὶ εἰ μὲν ἐκ διεστώτων ἐνεχθήσεται, πῶς ζήσεται μὴ συνεχὲς ὄν; εἰ δὲ συνεχὲς ἔξεισι, ζῷον ἂν ἧν τὸ φερόμενον μικρόν, οὗ μὴ γενομένου οὐκ ἂν λέγοιμεν ἀφ’ ὅλου φέρεσθαι τὸ σπέρμα.

(61) χρῆται δὲ καὶ ἄλλοις πλείοσι συλλογισμοῖς. [*](1 ἀντλέγει] Arist.gener.anim.Α 18 p. 724b34 οἱ μὲν οὖν ἀρχαῖοι ἐοίκασιν οἰομένοις εἶναι σύντηγμα· τὸ γὰρ ἀπὸ παντὸς ἀπιέναι φάναι διὰ τὴν θερμότητα τὴν ἀπὸ τῆς κινήσεως συντήγματος ἔχει δύναμιν. τὰ δὲ συντήγματα τῶν παρὰ φύσιν τι, ἐκ δὲ τῶν παρὰ φύσιν οὐθὲν γίνεται τῶν κατὰ φύσιν. ἀνάγκη ἅρα περίττωμα εἶναι· ἀλλὰ μὴν περίττωμά γε πᾶν ἤ ἀχρήστου τροφῆς ἐστιν ἢ χρησίμης. . . . χρησίμου ἂρα περιττώματος μέρος τί ἐστι τὸ σπέρμα. χρησιμώτατον δὲ τὸ ἔσχατον καὶ ἐξ οὖ ἤδη γίνεται ἕκαστον 5 ἐσχάτη] Arist.gener.anim.Α 19 p. 726b1 ὅτι μὲν οὖν ἐστιν ἐσχάτη τροφὴ τὸ οἶμα τοῖς ἐναίμοις, τοῖς δ᾿  ἀναίμοις τὸ ἀνάλογον, εἴρηται πρότερον· ἐπεὶ δὲ καὶ ἡ γονὴ περίττωμά ἐστι τροφῆς καὶ τῆς ἐσχάτης, ἤτοι οἶμα ἂν εἴη ἢ τὸ ἀνάλογον ἢ ἐκ τούτων τι. ἐπεὶ δ᾿  ἐκ τοῦ αἵματος πεττομένου καὶ μεριζφμένου πως γίνεται τῶν μορίων ἕκαστον, τὸ δὲ σπέρμα πεφθὲν μὲν ἀλλοιότερον ἀποκρίνεται τοῦ αἵματος, ἄπεπτον δ᾿  ὄν, καὶ ὅταν τις προσβιάζηται πλεονάκις χρώμενος τῷ ἀφροδισιάζειν, ἐνίοις αἱματῶδες ἤδη προελήλυθεν, φανερὸν ὅτι τῆς αἱματικῆς ἂν εἴη περίττωμα τροφῆς τὸ σπέρμα, τῆς εἰς τὰ μέρη διαδιδομένης τελευταίας. καὶ διὰ τοῦτο μεγάλην ἔχει δύναμιν 8 ἐχομένως ἀπορεῖ] Arist.gener.anim.Α 17 p. 721a32 ὥστε τοῦτο θεωρητέον, πότερον πάντα προῖεται σπέρμα τὰ ἅρρενα ἢ οὐ πάντα, καὶ εἰ μὴ πάντα, διὰ τίν’ αἰτίαν τὰ μὲν τὰ δ᾿  οὔ· καὶ τὰ θήλεα δὲ πότερον συμβάλλεται σπέρμα τι ἢ οὔ, καὶ εἰ μὴ σπέρμα, πότερον οὐδ᾿  ἄλλο οὐθέν, ἢ συμβάλλεται μέν τι, οὐ σπέρμα δέ ...b7 διὸ τοῦ αὐτοῦ λόγου ἐστί, πότερον καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν προῖεται ἄμφω ἢ θάτερον μόνον, καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται τοῦ σώματος ἢ οὐκ ἀπὸ παντός 11 οὐχ ὅλον] Arist.gener.anim.Α 17 p. 721b13 ἔστι δὲ σχεδόν, οἷς ἂν τις χρήσαιτο τεκμηρίοις ὡς ἀφ’ ἑκάστου τῶν μορίων ἀπιόντος τοῦ σπέρματος, τέτταρα, πρῶτον μὲν ἡ σφοδρότης τῆς ἡδονῆς. cf. gener.anim.A 18 p.723b32 13 ἀπὸ γάρ τινος] unde haec?  14 καὶ ἔτι] Arist.gener.anim.A 18 p. 722b3 ἔτι εἰ μὲν διεσπασμένα τὰ μέρη ἐν τῷ σπέρματι, πῶς ζῇ; εἰ δὲ συνεχῆ, ζῷον ἂν εἴη μικρόν) [*](2 σύντηγμα Rose ex Aristotele: σύμπηγμα 4 εἴληφεν malebat Sauppe 7 πεττομένης καὶ μεταβεβληκυίας scripsi: πεμπομένης καὶ μεταβεβηκυίας 8 ἀφ’ Rose: ὑφ᾿  P 10 συμβάλεται P 14 ταχύτητα Sauppe: παχύτητα)

17
ἔοικεν οὖν, φησίν, ὅσον ἐπὶ τῇ αἰσθήσει μᾶλλον φέρεσθαι καὶ ἀπὸ τῶν περὶ κεφαλὴν τόπων· καὶ γὰρ οἱ πλειστάκις συνουσιάσαντες ὁρῶνται, φησί, κοίλους ἔχοντες τοὺς ὀφθαλμούς, καὶ οἱ βουλόμενοι ἐπιγνῶναι, εἰ γόνιμόν ἐστι τὸ τοῦ ἀνδρὸς σπέρμα ἢ οὐχ, χρίσαντες τοὺς ὀφθαλμοὺς ὑπαλείμματί τινι συνουσιάζουσι· καὶ ἐὰν μὲν συγχρωθῇ τὸ ἀποκριθὲν σπέρμα τῷ ὑπαλείμματι, γόνιμόν ἐστιν, εἰ δὲ μή, ἂγονον, ὡς διὰ τῶν πόρων τῶν περὶ τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ τοῦ ἐγκεφάλου συνεκκρινομένου τοῦ μέλλοντος γόνιμον ποιήσειν τὸ σπέρμα.

(62) ἀλλὰ μὴν οὐδ’ ἀπ’ ἀμφοτέρων ἀρέσκει, λέγω δὴ τοῦ ἀνδρὸς  καὶ τῆς γυναικός, φέρεσθαι τὸ σπέρμα. εἰ γὰρ ἀπ’ ἀμφοτέρων καὶ ὅλων τῶν σωμάτων ἡ φορά, ἐχρῆν δύο γίνεσθαι ζῷα, ἄρρεν καὶ θῆλυ· ἐξ ἑκατέρου γὰρ σώματος καὶ ἐκ παντὸς μέρους πάντα ἐξίησι. συμβάλλεται οὖν, φησί, τὸ θῆλυ πρὸς ζωογονίαν οὐ σπέρματος ματος ποιούμενον ἄφεσιν, καθάπερ ὁ ἀνήρ, ἀλλ’ ὕλην τινὰ παρεχόμενον τὴν τῶν καταμηνίων ποσὴν ὑγρασίαν, ἔστι δὲ καταμήνια ἂπεπτον περίττωμα· καθάπερ ἐν ταῖς κοιλίαις ἀπέπτοις ὑπαρχούσαις ἐπακολουθεῖ διάρροια, οὕτω καὶ ἐν ταῖς φλεψὶ ταῖς φερούσαις εἰς τὴν ὁστέραν ἡ τῶν καταμηνίων γίνεται νεται ἔκκρισις κατὰ τὴν ἀπεψίαν· εἰσὶ γὰρ αἱ ὑστέραι πέρατα φλεβῶν.

(63) Ἔσιν οὖν τὸ μὲν τοῦ ἄρρενος σπέρμα τὸ οἱονεὶ δημιουργὸν καὶ ἀρχὴν κινήσεως ἐμποιοῦν, καθάπερ ἐπὶ τῆς πυτίας ὁρῶμεν τῆς συναγούσης τὸ γάλα· οὕτως γὰρ καὶ τὸ σπέρμα πεσὸν εἰς τὰς ὑστέρας μίγνυται τῷ καθαρωτάτῳ τῆς θηλείας περιττώματι οὐ γὰρ πᾶσα ἡ αἱματικὴ τῆς θηλείας [*](1 ἔοικεν] Arist.gener.anim.Β 7 p. 747a13 ὅ τε γὰρ περὶ τοὺς ὀφθαλμοὺς τόπος τῶν περὶ τὴν κεφαλὴν σπερματικώτατός ἐστιν . . .καὶ τοῖς χρωμένοις πλείοσιν ἀφροδισίοις ἐνδιδόασι τὰ ἔμματα φανερῶς 4 χρίσαντες] simile experimentmm Arist. l. c. p.747a9 8 ἀλλὰ μὴν] Arist.gener.anim.A 18 p. 722b5 οὐ γὰρ ὅμοιον τὸ ἀπιὸν ἀπὸ τοῦ ἂρρενος καὶ τοῦ θήλεος. ἔτι εἰ ἀμφοτέρων ὁμοίως ἀπὸ πάντων ἀπέρχεται, δύο γίγνεται ζῷα· ἑκατέρων γὰρ ἅπαντα ἔξει 12 συμβάλλεται] Arist.gener.anim.Α 19.20 p. 727b31 ὅτι μὲν οὖν συμβάλλεται βάλλεται τὸ θῆλυ εἰς τὴν γένεσιν τὴν ὕλην, τοῦτο δ᾿  ἐστὶν ἐν τῇ τῶν καταμηνίων συστάσει. τὰ δὲ καταμήνια περίττωμα, δῆλον. cf. p. 727a27 14 ἔστι] Arist.gener.anim.Δ5 p. 774a2 ἔστι γὰρ τὰ καταμήνια σπέρμα ἂπεπτον, ὤσπερ εἴφηται πρότερον. cf, gener. anim.A 20 p. 728a26 15 καθάπερ] Arist.gener.anim.A 20 p. 728a21 ὥσπερ οὖν ἐν ταῖς κοιλίαις διὰ τὴν ἀπεψίαν γίνεται διάρροια, οὕτως ἐν ταῖς φλεψὶν αἵ τ᾿  ἄλλαι αίμορροΐδες καὶ αἱ τῶν καταμηνίων 16 ἐν ταῖς φλεψὶ] cf. Arist.gener.anim.Β 4 p. 738a9 17 εἰσὶ] Arist.gener.anim.Β 7 p.745b29 αἱ γὰρ ὑστέραι πέρατα φλεβῶν πολλῶν εἰσιν 18 ἔστιν] Arist.gener.anim.A 20 p.729a9 τὸ μὲν ἄρρεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως, τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἶον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστίν, ὁ δὲ ὀπός, ἡ πυτία, τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστᾶσαν. cf.Δ 4 p.771b18 ὥσπερ φαμὲν συνάγον καὶ δημιουργοῦν τὴν ὅλην τὴν ἐν τῷ θήλει 21 οὐ γὰρ] Arist. gener.anim.B 4 p.739a6 ὅταν δ᾿  ἔλθῃ τὸ σπέρμα ἀπὸ τοῦ ἄρρενος τῶν σπέρμα προϊεμένων, συνίστησι τὸ καθαρώτατον τοῦ περιττώματος· τὸ γὰρ πλεῖστον (τοῦ περιττώματος) ἂχρηστον καὶ ἐν τοῖς καταμηηνίοις ἐστὲν ὑγρόν) [*](1 ἀπὸ τῶν Sauppe: καὶ ἀπὸ τῶν P 4 ὁπαλείμματι Rose: ὑπ’ ἀλείμματι P: fortasse ἐπαλείμματι 8 οὐδ  ἐπ’ ἀμφοτέρων ἀρέσκει Rose: οὐδ’ ἀμφοτέρων ἀρέσκειν P 10 ὅλων τῶν (sic) P: ὅλων μὲν exhibet Rose 14 ποσὴν Rose: ποσίν P 15 ταῖς Rose: τοῖς P 19 κοινήσεως? P πιτύας P)

18
[*](f.11v) ἀπόκρισις πρὸς τὸ ζῳογονῆσαι χρήσιμός ἐστι ἀλλά τις. κατὰ τοῦτο οὖν λέγομεν συμβάλλεσθαι τὸ θῆλυ, οὐχ ὅτι σπέρμα ἀφίησιν, ἀλλὰ καθ’ ὅσον ὕλης τόπον ἐπέχει, καθάπερ χαλκὸς τῷ ἀνδριαντοπλάστῃ.

(64) ὃ δὲ προίεται ἡ γυνὴ μετὰ τῆς μίξεως καὶ ἡδονῆς ὑγρόν, ὅ τινες σπέρμα ὑπέλαβον εἶναι, ἂχρηστόν ἐστιν· οὐ γάρ ἐστι σπέρμα ἀλλ’ ἴδιόν τι ὑγρὸν συμβεβηκὸς τοῖς τόποις. ἐν δὲ τοῖς καταμηνίοις αὐτοῖς ἐστι, ὡς προεῖπον, ἀπέπτου σπέρματος φύσις· διόπερ ὅσαις οὐ γίνεται τὸ ὅλον τὰ καταμήνια ἢ γενόμενα ἐσβέσθη, οὐκέτι συλλαμβάνουσιν, ἅ τε τοῦ ἄρρενος τὴν ὕλην ἐν γονεύσει μὴ ἔχοντος.

(65) ἐνίαις μὲν οὖν καὶ γινομένων τῶν καταμηνίων ἀτεκνία παρακολουθεῖ. συμβαίνει δὲ τοῦτο κατὰ πολλὰς αἰτίας γίνεσθαι. νεσθαι. καὶ γὰρ ἐὰν ᾖ εὐνουχώδης καὶ μικρὸν τὸν τράχηλον ἔχουσα οὐ συλλήψεται, καὶ ἐὰν ἢ ἐγκεκλεισμένας καὶ ἐὰν κωφὰς καὶ μὴ ἐστομωμένας τὰς ὑστέρας ἔχῃ, κἂν λίαν κάθυγρος ἦ· συνεξυγραίνει γὰρ τὸ τοῦ ἄρρενος σπέρμα· κἂν λίαν πάλιν κατάξηρος· ἀναληφθήσεται γὰρ καὶ ἀναξηρανθήσεται, ἐὰν μὴ καταβαίνῃ τὸ ἴδιον μέτρον. καὶ ἄλλαι δὲ πολλαὶ πηρώσεις ἀγονίας αἴτιαι καὶ τοῖς ἄρρεσι καὶ ταῖς θηλείαις ὑπάρχουσιν, ἀλλ’ ἐμοὶ τὰ νῦν οὐχ ὑπὲρ τούτων, ἀλλ’ ὑπὲρ τῶν κατὰ φύσιν συλλαμβανουσῶν εἴρηται.