Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(36) ὃ μὲν οὖν λείπεται ζητεῖν ὑπὲρ τούτου καὶ λέγειν, πῶς ἐνδεχόμενον αὐτοὺς ἄνευ ὀχείας καὶ συνδυασμοῦ γίνεσθαι, καθάπερ αἱ ἀσκαρίδες μὲν καὶ κάνθαροι καὶ μηλολόνθαι ἐκ τῆς κόπρου, οἱ δὲ κώνωπες ἐκ τῆς ἰλύος τοῦ ὄξους, ἐκ δὲ τῆς δρόσου τῆς ἐπὶ τὰ φύλλα τῆς κράμβης πιπτούσης αἱ λεγόμεναι κραμβίδες [*](1 εἰ γὰρ μὴ τίκτουσαι] Arist. gener. anim. Γ 10 p.759a27 εἴτε γὰρ μὴ τίκτουσαι φέρουσιν ἄλλοθεν, ἔδει γίγνεσθαι μελίσσας καὶ μὴ φερουσῶν τῶν μελιττῶν ἐκ τοῦ τόπου ἐξ οὖ τὸ σπέρμα φέρουσιν· διὰ τί γὰρ μετενεχθέντος μὲν ἔσται, ἐκεῖ δ᾿  οὐκ ἔσται 2 εἰσὶ δὲ] Arist. gener. anim. Γ 10 p. 759b1 ἀλλὰ μὴν οὐδὲ τὰς μὲν μελίττας θηλείας εἶναι, τοὺς δὲ κηφῆνας ἄρρενας εὔλογον· οὐδενὶ γὰρ τὸ πρὸς ἀλκὴν ὅπλον τῶν θηλειῶν (mutandum in θηλέων) ἀποδίδωσιν ἡ φύσις, εἰσὶ δ᾿  οἱ μὲν κηφῆνες ἄκεντροι αἱ δὲ μέλιτται πᾶσαι κέντρον ἔχουσιν 4 πάλιν δὲ] Arist. gener. anim. Γ 10 p. 759b5 οὐδὲ τοὐναντίον εὔλογον, τὰς μὲν μελίττας ἄρρενας, τοὺς δὲ κηφῆνας θήλεας· οὐδὲν γὰρ τῶν ἀρρένων εἴωθε διαπονεῖσθαι περὶ τὰ τέκνα, νῦν δ᾿  αἱ μέλιτται τοῦτο ποιοῦσιν 7 ὅ μὲν οὖν λείπεται] Arist. gener. anim. Γ 10 p. 759b27 λείπεται δή, καθάπερ φαίνεται συμβαῖνον ἐπί τινων ἰχθύων, τὰς μελίττας ἄνευ ὀχείας γεννᾶν τοὺς κηφῆνας, τῷ μὲν γεννᾶν οὔσας θηλείας, ἐχούσας δ᾿  ἐν αὐταῖς ὥσπερ τὰ φυτὰ καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν 9 καθάπερ αἱ ἀσκαρίδες] Arist. hist. anim. Ε 19 p. 551b27 αἱ δ᾿ ἀσκαρίδες γίνονται ἔν τὲ τῇ ἰλύϊ τῶν φρεάτων καὶ ὅπου ἂν σύρρευσις γένηται ὕδατος γεώδη ἔχουσα ὑπόστασιν 10 μηλολόνθαι] Arist. hist. anim. Ε 19 p. 552a16 αἱ δὲ μηλολόνθαι ἐκ τῶν σκωλήκων τῶν ἐν τοῖς βολίτοις καὶ τῶν ὀνίδων. οἱ δὲ κάνθαροι, ἣν κυλίουσι κόπρον, ἐν ταύτῃ φωλεύουσί τε τὸν χειμῶνα καὶ ἐντίκτουσι σκωλήκια, ἐξ ὧν γίνονται κάνθαροι οἱ δὲ κώνωπες] Arist. hist. anim. Ε 19 p. 552b4 οἱ δὲ κώνωπες ἐκ σκωλήκων οἳ γίνονται ἐκ τῆς περὶ τὸ ὄξος ἰλὑος ἐκ δὲ τῆς δρόσου] Arist. hist. anim. Ε 19 p. 551a1 τὰ μὲν (τῶν ἐντόμων γίνεται) ἐκ τῆς δρόσου τῆς ἐπὶ τοῖς φύλλοις πιπτούσης (cf. 551a13) 11 κραμβίδες] Arist. hist. an. Ε 19 p. 551a13 γίνονται δ᾿  αἱ μὲν καλούμεναι ψυχαὶ ἐκ τῶν καμπῶν αἲ γίνονται . . . μάλιστα ἐπὶ τῆς ῥαφάνου ἣν καλοῦσί τινες κράμβην κτλ. Aelian. nat. anim. lΧ 39 p. 232,27 Η. τίκτεται καὶ ἐν τῇ κράμβῃ σκωλήκων γένος, καὶ ὄνομα αὐτῷ ἐκ τῶν ἠθῶν, ἐν οἶς διοιτᾶται. καλεῖται γοῦν κραμβίς) [*](1 αὐτὰς γόνον ex Aristotele p. 7,18 cit. scripsit Sauppe: αὐτὰ συνόντα Ρ καὶ μιρσι τῷ σοφιστῇ Ρ: καὶ Βρύσωνι τῷ σοφιστῇ Rose, qui ad similem de vulturibus sententiam Herodori, Brysonis sophistae patris, ab Aristotele hist. anim. Z 5 p. 563a6 memoratam spectat. Sauppius Brysonis nomen improbabile existimat. positione verborum καθάπερ— τῷ σοφιστῇ postea addita esse apparet. Byzantinum quendam Aristotelis male memorem ista margini adscribillasse, unde corrupta in textum inserta sint, suspicor. obscurata iam invenit librarius incerto calamo traditos apices imitatus (cf. Rose Herm. VI 494) 2 αὐτῶν μὴ μεταφερουσῶν scripsi: αὐτῶν ἦ μεταφέρουσιν P: αὐτῶν ἦ μεταφέρουσιν Rose: αὐτῶν μὴ μεταφερουσῶν ἦ μεταφέρουσιν Sauppe 3 ἄλογον Rose: ἄλγον P 5 τοὺς δὲ scripsi sicut est apud Arist.: τὰς δὲ P 7 ἔκγονα Rose: ἔγγονα P μὲν οὖν scripsi: μὲν Ρ 11 φύλα Ρ)

9
καὶ κάμπαι, ἐκ δὲ τοῦ κηροῦ οἱ κηροδύται λεγόμενοι, ἐκ δὲ τῆς ἀγρώστεως οἱ κρότωνες, ἐκ δὲ τῶν ἐρίων οἱ σῆτες. ἐκ δὲ τῶν καμπῶν τῶν ἐν τοῖς ἐρεβίνθοις κατὰ μετασχηματισμὸν αἱ λεγόμεναι ψυχαὶ καὶ τὰ λεγόμενα πηνία καὶ ὕπερα καὶ αἱ πυγολαμπίδες γίνονται, ἐκ δὲ τῶν πυγολαμπίδων οἱ βόστρυχοι καλούμενοι, ἐκ δὲ τοῦ ξυλοφθόρου λεγομένου σκώληκος χρυσαλίς, ἐκ δὲ τῶν ἐν τοῖς ἀπίοις καὶ σύκοις καμπῶν αἱ κανθαρίδες. ἐκ δὲ τῶν μεγάλων σκωλήκων τῶν κατὰ γῆν κεκρυμμένων κάμπη τις γίνεται, ἐκ δὲ ταύτης ἐκδύεται ἡ λεγομένη βομβυλίς, μετασχηματιζομένη δὲ αὕτη γίνεται [*](f.9r) ὁ λεγόμενος νεκύδαλος σκώληξ, ἐξ οὗ ἀναπηνιζόμεναι αἱ γυναῖκες τὰ βομβύκινα ἐπιβόλαια ὑφαίνουσιν. ἐκ δὲ τῶν ἐν τοῖς ξύλοις καταδεδυκότων σκωλήκων οἱ λεγόμενοι καράμβιοι γίνονται, ἐκ δὲ τῶν σίμβλων πρασοκουρίδες, [*](1 ἐκ δὲ τοῦ κηροῦ] Arist. hist.anim.E p. 557b6 καὶ ἐν κηρῷ δὲ γίνεται παλαιουμένῳ, ὥσπερ ἐν ξύλῳ, ζῷον, ὃ δὴ δοκεῖ ἐλάχιστον εἶναι τῶν ζῴων πάντων καὶ καλεῖται ἀκαρί, λευκὸν καὶ μικρόν. cf.hist.anim.Θ 27 P. 605b9 1 40 p.9 1 40 p. 626b17. nominis κηροδύται neque apud Aristotelem neque apud alios auctores it mentio ἐκ δὲ τῆς ἀγρώστεως] Arist.hist.anim.E 19 p. 552a15 οἱ δὲ κρότωνες γίνονται ἐκ τῆς ἀγρώστεως 2 ἐκ δὲ τῶν ἐρίων] Arist.hist.anim.E 32 p. 557b1 γίνεται δὲ καὶ ἄλλα ζῳδάρια, ὥσπερ ἐλέχθη καὶ πρότερον, τὰ μὲν ἐν ἐρίοις καὶ ὅσα ἐξ ἐρίων ἐστίν, οἷον οἱ σῆτες, οἴ ἐμφύονται μᾶλλον ὅταν κονιορτώδη ᾖ τὰ ἔρα ἐκ δὲ τῶν καμπῶν] Ael. ΙΧ 39 p.232,22Η. ἔν γε μὴν τοῖς ἐρεβίνθοις τὸ τῶν καμπῶν. Arist.hist.anim.Ε 19 p. 551a13 γίνονται δ᾿  αἱ μὲν καλούμεναι ψυχαὶ ἐκ τῶν καμπῶν 4 πηνία] Arist.hist.anim.Ε 19 p, 551b5 γίνονται δὲ καὶ τὰ ὕπερα καὶ τὰ πηνία ἔκ τινων τοιούτων ἄλλων (καμπῶν) πυγολαμπίδες] Arist. hist. anim. Ε 19 p. 551b23 ἐκ δὲ μελαινῶν τινῶν καὶ δασειῶν οὐ μεγάλων καμπῶν πρῶτον γίνονται πυγολαμπίδες (v. 1. πυρολαμπίδες PDa), οὐχ αἱ πετόμεναι· αὖται δὲ πάλιν μεταβάλλουσι, καὶ γίνονται πτερωτὰ ζῷα ἐξ αὐτῶν, οἱ καλούμενοι βόστρυχοι 5 ξυλοφθόρου] Arist. hist. anim. Ε 32 p.557b 12 ἔστι δέ τι σκωλήκιον ὃ καλεῖται ξυλοφθόρον . . . . .: χρόνου δὲ προϊόντος γίνεται καὶ οὖτος ὁ σκώληξ χρυσαλλίς 6 ἐκ δὲ τῶν ἐν τοῖς ἀπίοις] Arist.hist.anim.Ε 19 p. 552a31 αἱ δὲ κανθαρίδες (γίνονται) ἐκ τῶν πρὸς ταῖς συκαῖς καμπῶν καὶ ταῖς ἀπίοις καὶ ταῖς πεὺκαις (πρὸς πᾶσι γὰρ τούτοις γίνονται σκώληκες) καὶ ἐκ τῶν ἐν τῇ κυνακάνθῃ 6 ἐκ δὲ τῶν μεγάλων] Arist.hist.anim.Ε 19 p. 551b9 ἐκ δέ τινος σκώληκος μεγάλου, ὅς ἔχει οἶον κέρατα καὶ διαφέρει τῶν ἄλλων, γίνεται πρῶτον μὲν μεταβαλόντος τοῦ σκώληκος κάμπη, ἔπειτα βομβύλιος (v.l.βομβυλίς Aa Ca), ἐκ δὲ τούτου νεκύδαλος· ἐν ἓξ δὲ μησὶ μεταβάλλει ταύτας τὰς μορφὰς πάσας. ἐκ δὲ τούτου τοῦ ζῴου καὶ τὰ βομβὺκια ἀναλύουσι τῶν γυναικῶν τινες ἀναπηνιζόμεναι, κἄπειτα ὑφαίνουσιν 10 ἐκ δὲ τῶν ἐν τοῖς ξύλοις] Arist. hist.anim.Ε 19 p, 551b16 ἐκ δὲ τῶν σκωλήκων τῶν ἐν τοῖς ξύλοις τοῖς αὔοις οἱ κάραβοι (v.l.καράβιοι Aa καράμβιοι Ca) γίνονται τὸν αὐτὸν τρόπον· πρῶτον μὲν ἀκινητισάντων τῶν σκωλήκων, εἶτα περιρραγέντος τοῦ κελύφους ἐξέρχονται οἱ κάραβοι. ἐκ δὲ τῶν καράβων (v.l. σίμβλων Aα σίμδων Ca) γίνονται αἱ πρασοκουρίδες (v.l. πρασουκαρίδες Ca) 11 πρασοκουρίδες] cf.Ael.lX 39 p.232,24. Theophr.hist.plant. VII 54) [*](1 ἀγρόστεως P 2 καμπῶν τῶν Rose: καμπῶν, λῶγ P 3 κατὰ μετασχηματισμὸν scripsi (ef. v.8 μετασχηματιζρμένη): κατὰ σχηματισμὸν Ρ 4 καὶ αἱ πυγολαμπίδες Rose: καὶ ἀπυρολαμπίδες P πυγολαμπίδων Rose: πυρολαμπίδων P 5 ξυλοφθόρου Rose ex Arist.: ξυλοφόρου P .σκώληκος Rose: σκώληκες P 5. 6 χρυσαλίς P: χρυσαλλίς Rose 6 καμπῶν scripsi: καρπῶν P 11 καράμβιοι scripsi sicut Aristotelis Ca: κράμβοι P: κάραβοι Rose σίμβλωχ Rose ex Aristotelis Aa: συμβόλων Ρ: nescio an genuina Aristotelis lectio fuerit σεύτλων πρασοκουρίδες scripsi ex Arist et Ael.: πρασικουρίδες P)
10
ἐκ δὲ τῶν ἀσκαρίδων αἱ λεγόμεναι ἐμπίδες. ἐκ δὲ τῶν συκίνων ἐρινεῶν γίνεται σκωλήκια, εἶτα ἐκ τούτων ἐξίασιν οἱ καλούμενοι ψῆνες, οἳ εἰσδυόμενοι εἰς τὰ τῶν συκῶν ἐρινᾶ ποιοῦσι μὴ ἀποπίπτειν αὐτά, διὸ καὶ οἱ γεωργοὶ περιάπτουσι τὰ ἐρινᾶ ταῖς συκαῖς, καὶ ἐγγὺς τῶν συκῶν ἐρινεοὺς φυτεύουσι.

(37) γίνεται δέ, φησὶν ὁ Ἀριστοτέλης, καὶ ἐν πυρὶ καὶ ἐν χιόνι ζῷα μικρὰ καὶ δυσκίνητα τὰ μεγόμενα πυριγενῆ. πάντα δὲ τὰ κατηριθμημένα ζῷα ἄναιμα συμβέβηκεν εἶναι καὶ τελευτᾶν ἐλαίου αὐτοῖς ἐπισταζομένου, καθάπερ καὶ τὰ ἔντομα πάντα. ὅθεν αἱ μέλισσαι τοὺς τῷ μύρῳ χρωμένους καὶ εἰσιόντας τύπτουσαι ἀποδιωθοῦνται ὡς πολεμίου τοῦ λίπους ὄντος· διὸ δὴ ἀλιπεῖς πειρῶνται προσάγειν αὐταῖς, ἐν Αἰγύπτῳ δὲ καὶ ἐξυρημένοι τὰς κεφαλάς, ἵνα μηδεμία ἰκμασία λίπους λείπηται.

(38) Τῶν δὲ ἰχθόων οἱ πλεῖστοι ἐν μηνὶ μουνιχιῶνι ἢ θαργηλιῶνι, τουτέστι τῷ ἔαρι, ποιοῦνται τὴν ὀχείαν καὶ τὸν τόκον, μάλιστα δὲ ἐκτοπίζοντες εἰς τὸν Πόντον διὰ τὸ πλείστας ἔχειν κοίτας καὶ θαλάμας εἶναι καὶ διὰ τὸ μὴ ὑπάρχειν ἐν τοῖς τόποις ἐκείνοις τὸ ἀδικῆσον αὐτῶν τὰ σκυμνία θηρίον· πάρεξ γὰρ δελφῖνος καὶ τούτου μικροῦ καὶ ἀσθενοῦς οὔθ’ ἓν [*](1 ἐκ δὲ τῶν ἀσκαρίδων] Arist. hist. anim. Ε 19 p. 551b27 αἱ δ᾿  ἐμπίδες γίνονται ἐκ τῶν ἀσκαρίδων ἐκ δὲ τῶν συκίνων] Arist. hist. anim. Ε 19 p. 557b25 οἱ δ’ ἐρινεοὶ οἱ ἐν τοῖς ἐρινεοῖς ἔχουσι τοὺς καλουμένους ψῆνας. γίνεται δὲ τοῦτο πρῶτον σκωλήκιον, εἶτα περιρραγέντος τοῦ δέρματος ἐκπέτεται τοῦτο ἐγκαταλιπὼν ὁ ψὴν καὶ εἰσδύεται εἰς τὰ τῶν συκῶν ἐρινεᾶ καὶ διὰ στομάτων ποιεῖ μὴ ἀποπίπτειν τὰ ἐρινᾶ· διὸ περιάπτουσί τε τὰ ἐρινᾶ πρὸς τὰς συκᾶς οἱ γεωργοὶ καὶ φυτεύουσι πλησίον ταῖς συκαῖς ἐρινεούς 5 φησὶν ὁ Ἀριστοτέλης] Arist. hist. anim. Ε 19 p. 552b6 καὶ γὰρ ἐν τοῖς δοκοῦσιν ἀσηπτοτάτοις εἶναι ἐγγίγνονται ζῷα οἷον ἐν χιόνι τῇ παλαιᾶ. γίνεται δ᾿  ἡ παλαιὰ ἐρυθροτέρα, διὸ καὶ οἱ σκώληκες τοιοῦτοι καὶ δασεῖς· οἱ δ᾿  ἐκ τῆς ἐν Μηδίᾳ χιόνος μεγάλοι καὶ λευκοί· δυσκίνητοι δὲ πάντες. ἐν δὲ Κύπρψ, οὖ ἡ χαλκίτις λίθος καίεται, ἐπὶ πολλὰς ἡμέρας ἐμβαλλόντων, ἐνταῦθα γίνεται θηρία ἐν τῷ πυρί, τῶν μεγάλων μυιῶν μικρόν τι μείζονα, ὑπόπτερα, ἃ διὰ τοῦ πυρὸς πηδᾷ καὶ βαδίζει 6 πυριγενῆ] vocabulum apud Aristotelem non occurrit πάντα] Arist. gener. anim. Β 1 p. 733a25 ἔστι δ᾿  ἅπαντα ἄναιμα τὰ ἔντομα 7 τελευτᾶν] Arist. hist. anim. Θ 27 p. 605 b19 πάντα δὲ τὰ ἔντομα ἀποθνήσκει ἐλαιούμενα· τάχιστα δ᾿ , ἄν τις τὴν κεφαλὴν ἀλείψας ἐν τῷ ἡλίῳ θῇ. cf. Τheophr. de caus. plant. VΙ 5,3 8 αἱ μέλισσαι] Τheophr. de caus. plant. VΙ 5,1 πολεμοῦσι δὲ δὴ σφόδρα καὶ αἱ μέλιτται τοῖς μεμυρισμένοις 10 διὸ δὴ] neque Aristoteles neque Aelianus auctor est. Aristophanem addidisse propter Aegypti mentionem fit probabile cf. p. 3,7 12 τῶν δὲ ἰχθὺων] Arist. hist. anim. Ε 11 p. 543b6 τίκτουσι δ᾿  οἱ πλεῖστοι τῶν ἰχθύων ἐν μησὶ τρισί· μουνιχιῶνι, θαργηλιῶνι, σκιροφοριῶνι 13, 14 ἐκτοπίζοντες] Ael. nat. anim. IV 9 p. 84,3 H. τῶν ἰχθύων διὰ τοῦ ἦρος οἱ πλεῖστοι ἐς ἀφροδίτην πρόθυμοί εἰσι, καὶ ἀποκρίνουσί γε αὑτοὺς ἐς τὸν Πόντον μᾶλλον· ἔχει γάρ πως θαλάμας τε καὶ κοίτας, φύσεως ταῦτα ἰχθύσι τὰ δῶρα· ἀλλὰ καὶ θηρίων ἐλεύθερός ἐστιν ὅσα βόσκει θάλαττα. δελφῖνες δὲ ἀλῶνται μόνοι, λεπτοί τε καὶ ἀσθενικοί· καὶ μὴν καὶ πολύπου χῆρός ἐστι καὶ παγούρου ἄγονος, καὶ ἀστακὸν οὐ τρέφει· μικρῶν δὲ ἰχθύων οἵδε ὅλεθρός εἰσιν. cf. IX 59 p. 239,27 H. Arist. hist. anim. Θ 13 p. 598a30) [*](2 σκωλίκια οἳ Rose: οἱ P 3 ἐρινᾶ Rose: ἔρνα P 4 ἔρινα P ἐρινεοὺςs Rose: ἐρίνους 7 ζῶα P: omisit Rose 11 ἐξυρημένοι Rose: ἐξυραμένοι P λίπηται 12 μουνιχίωνι P 14 ἔχειν P: ἐκεῖ corrigebat Rose σκυμνία scripsi: σκυμνία Rose 16 οὐθ’ ἓν Ρ: aut οὐθὲν aut οὐδ᾿  ἓν postulo)

11
ὑπάρχει θηρίον ἐν τοῖς τόποις. οὐδὲ μὴν τὰ μάλιστα δοκοῦντα ἀδικεῖν τὰ μικρότατα τῶν ἰχθυδίων οὐδὲ ταῦτα γίνεται ἐκεῖ, οἷον πώλυπες πάγουροι ἀστακοὶ καὶ τὰ ὅμοια. καὶ διὰ ταῦτα οὖν καὶ διὰ τὴν ἀλέαν ὁ τόκος καὶ ὁ ἐκτοπισμὸς τοῖς πλείστοις ἐκεῖ.

(39) ὀχεύει δὲ καὶ ὀχεύεται καὶ κύει καὶ τίκτει ἥ τε σηπία καὶ ὁ πῶλυψ καὶ ἡ τευθὶς πᾶσαν ὥραν καθάπερ ἄνθρωπος. καὶ ἡ μὲν σηπία καὶ ἡ τευθὶς τίκτει μύρτοις ὅμοια τὰ ᾠά, ὁ δὲ πῶλυψ τοῖς τῆς λεύκης ἄνθεσι παρόμοιον τὸν βότρυν ἐκτίκτει.

(40) τίκτουσι δὲ οἱ πολλοὶ τῶν ἰχθύων ἅπαξ τοῦ ἐνιαυτοῦ, ὡς θύννος πηλαμὺς κεστρεύς, λάβραξ δὲ δὶς τοῦ ἔτους, τρίγλη δὲ τρίς, ὅθεν καὶ τοὔνομα [*](f.9ν) κτηται, σκορπίος δὲ τετράκις τοῦ ἔτους, ὁ δὲ λεγόμενος κυπρῖνος |πεντάκις.

(41) τῶν δὲ λεγομένων σελαχωδῶν ἰχθύων καὶ σκυμνοτοκούντων ἡ ῥίνη μὲν καὶ ὁ λεῖος γαλεὸς δὶς τοῦ ἔτους τίκτουσι καὶ μάλιστα τῷ μετοπώρῳ, ἡ δὲ νάρκη καὶ αὐτὴ μὲν δὶς --- τῷ φθινοπώρῳ.

(42) ῥηθήσεται δὲ καὶ περὶ τούτων κατὰ προγραφὴν ἐν τῷ τρίτῳ, οὐκ ἐξειργαστέον ἐν τούτῳ.

[*](4 ὀχεύει] Arist.hist.anim.Ε 12 p. 544a1 τίκτει δὲ καὶ τὰ μαλάκια τοῦ ἔαρος, καὶ ἐν τοῖς πρώτοις τίκτει τῶν θαλαττίων ἡ σηπία. τίκτει δὲ πᾶσαν ὥραν. cf. c. 6 p. 541b1 6 σηπία] Arist.hist.anim.E18 p.550a10 αἱ δὲ σηπίαι ἀποτίκτουσι, καὶ γίνεταιὅμοια μύρτος μεγάλοις καὶ μέλασιν τευθὶς] Arist.hist.anim.E 18 p.550b12 αἱ δὲ τευθίδες πελάγιαι ἀποτίκτουσιν· τὸ δ᾿  ᾠόν, ὥσπερ ἡ σηπία, ἀποτίκτει συνεχές 7 πῶλυψ] Arist. hist. anim. Ε 12 p. 544a8 τίκτει δὲ τὸ ᾠὸν (ὁ πολύπους) καθάπερ βοστρὐχιον, ὅμοιον τῷ τῆς λεύκης καρπῷ τίκτουσι] Arist.hist.anim.Ε9 p. 542b32 ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ (τίκτουσιν), οἶον οἱ χυτοί (καλοῦνται δὲ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι), θύννος πηλαμὺς κεστρεὺς χαλκίδες κοχλίαι χρόμις ψῆττα καὶ τὰ τοιαῦτα πλὴν ὁ λάβραξ· οῦτος δὲ δὶς τούτων μόνος 9 καὶ τοὔνομα] Ael. Χ 2 p.243,25 H. τρίγλην δὲ καὶ τρὶς κύειν κατηγορεῖ φασι καὶ τὸ ὄνομα. Artem.Oneirocrit.2,14 p.108,9 Hercher: ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι (Nauck Aristoph.Byz.fr.p.281) cf.0ppian.Hal. I 590. Rose Praef.p.9 Arst.pseud.p.316 10 σκορπίος] Arist.hist.anim.E9 p. 543a7 ὁ δὲ σκορπίος τίκτει δίς κυπρῖνος] Αrist.hist.anim.Z14 p. 568a16 τίκτουσι δ᾿  ἐν τῇ καθηκούσῃ ὥρᾳ κυπρῖνος μὲν πεντάκις ἢ ἑξάκις 11 σελαχωδῶν] Athen.VΙΙ 314e ἔστι δ᾿  ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων 12 ῥίνη] Arist. hist. anim.Ζ 11 p. 566a18 οἱ δ’ ἄλλοι γαλεοὶ δὶς τίκτουσι πλὴν τοῦ σκυλίου· οὖτος δ’ ἅπαξ τοῦ ἐνιαυτοῦ. τίκτουσι δὲ τὰ μὲν τοῦ ἔαρος αὐτῶν (τῶν σελαχῶν), ῥίνη δὲ καὶ τοῦ μετοπώρου πρὸς δύσιν πλειάδος χειμερτνὴν τὸ ὕστερον, τὸ δὲ πρῶτον τοῦ ἔαρος· εὐθηνεῖ δ᾿  αὐτῆς μάλιστα μὲν ὁ γόνος ὁ ὕστερος· αἱ δὲ νάρκαι περὶ τὸ φθινόπωρον)[*](2 ἰχθυδίων scripsi: ἰχθύων P πώλυπες Rose: πόλυπες P 5 (item 7) πῶλυψ Rose: πόλυψ P 7 temptes ad similitudinem Aristotelis παρόμοιόν τι βοστρύχιον. at Βyzantini βότρυς et βόστρυξ perinde habent 8 ἰχθύων scripsi: ἰχθυδίων P θὖνος P 9 λαύραξ Ρ 10 τετράκις codicis e δὶς Aristotelico corruptum puto propter litteram nmmeralem δ 13 lacunam non signavit librarius nisi quod in mrg.: ~ apposuit P1. μάλιστα δὲ snpplendum puto; excerptor, ut apparet, torpedinem, quam apud Aristotelem cum lima saepe memoratam videbat, bis eam quoque generare coniecit 14 κατὰ πρσγραφὴν Sauppe ex p.14,4: κατ’ ἀπογραφὴν P: καθ’ ὐπογραφὴν Rose)
12

(43) Τῶν δὲ ὀστρακοδέρμων οὐδὲν οὔτε ὀχεύει οὔτε ὀχεύεται, ὡς ἀλλ’ αἱ μὲν πορφύραι ἀφιᾶσί τι ἐξ αὑτῶν εἰς γῆν, ἐξ οὖ καὶ τῆς γῆς τὰ πορφύρια γίνεται· τὰ δ’ αὐτὰ καὶ τὰ ἄλλα ὀστρακόδερμα πλεῖστα.

(44) εἰσὶ δὲ τῶν πορφυρῶν αἱ μὲν μεγάλαι ἐν τοῖς κόλποις αἱ τὸ ἄνθος μέλαν ἔχουσαι, αἱ δὲ ἐν τοῖς αἰγιαλοῖς γινόμεναι μικραί, αἱ τὸ ἄνθος ἐρυθρὸν ἔχουσι· καὶ αἱ μὲν προσβόρειοι αὐτῶν μέλαιναί εἰσιν, αἱ δὲ νότιοι ἐρυθραί, καὶ πλέον μὲν ἔχουσι τὸ ἄνθος αἱ μικραὶ καὶ νέαι, ἔλαττον δὲ αἱ μεγάλαι καὶ παλαιαί. πᾶσαι δὲ ἔχουσι τὸ ἄνθος ἄνω πρὸς τῷ τραχήλῳ καὶ ἀποθνήσκουσαι ἀνεμοῦσι τοῦτο· διὸ καὶ σπουδάζουσιν αὐτὰς οἱ πορφυροβάφοι ζώσας κόπτειν πρὶν ἢ ἐμέσαι τὸ ἄνθος, καὶ ἀποτίθενται εἰς κεράμια. ἁλίσκονται δὲ αἱ πορφύραι ἔαρος, ὑπὸ κόνα δὲ οὐ δύνανται. ζῇ δὲ ἡ πορφύρα ἔτη ἕξ, δῆλον δὲ τοῦτο γίνεται τῇ περὶ τὸ ὄστρακον ἕλικι· κατὰ γὰρ ἕκαστον ἐνιαυτὸν μίαν ἕλικα προσκτᾶται μέχρι τῶν ἕξ.

(45) τὰ δὲ λεγόμενα λιμνόστρεα ἐν τῷ βορβόρῳ γίνεται, αἱ δὲ πελωρίδες ἐν τῇ ἄμμῳ, σωλὴν [*](1 τῶν δὲ ὀστρακοδέρμων] Arist.hist.anim.Ε 15 p. 546b16 καὶ πρῶτον περὶ τῶν ὀστρακοδέρμων· τοῦτο γάρ ἐστιν ἀνόχευτον μόνον ὡς εἰπεῖν ὅλον τὸ γένος. αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς ταὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν. τοῦτο δ᾿  ἐστὶν οἷον κηρίον, πλὴν οὐχ οὕτω γλαφυρόν, ἀλλ’ ὥσπερ ἂν εἰ ἐκ λεπυρίων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη· οὐκ ἔχει δ᾿  ἀνεῳγμένον πόρον οὐθὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται καὶ αὖται καὶ τἄλλα τὰ ὀστρακόδερμα ἐξ ἰλύος καὶ συσσήψεως ... ἀφιᾶσι γὰρ ἀρχόμενα κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ἠς τὰ λεπυριώδη συνίσταται. ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφίησι δ᾿  ὅ εἶχεν εἰς τὴν γῆν· καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἂ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι ἐπ’ αὐτῶν 3 τὰ δ᾿  αὐτὰ] Arist.hist.anim.Ε 15 p. 547b18 ὅλως δὲ πάντα τὰ ὀστρακώδη γίνεται καὶ αὐτόματα ἐν τῇ ἰλύϊ 3. 4 εἰσὶ δὲ τῶν πορφυρῶν] Arist.hist.anim.Ε 15 p. 547a4 εἰσὶ δὲ τῶν πορφυρῶν γένη πλείω, καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ Λεκτόν, αἱ δὲ μικραί, οἶον ἐν τῷ Εὐρίπῳ καὶ περὶ τὴν Καρίαν, καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αὐτῶν αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ᾿  ἐρυθρὸν καὶ μικρόν· γίνονται δ᾿  ἔνιαι τῶν μεγάλων καὶ μναῖαι· αἱ δ᾿  ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθος γίνονται μικραί, τὸ δ’ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ᾿   ἐν μὲν τοῖς προσβορείοις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν 6 καὶ πλέον] nova; apud Aristotelem non inveniuntur 8 ἔχουσι τὸ ἄνθος] Arist.hist.anim.Ε 15 p. 547a 15 τὸ δ᾿  ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου καὶ ἀποθνήσκουσαι] Arist.hist.anim.Ε 15 p. 547a26 σπουδάζουσι δὲ ζώσας κόπτειν· ἐὰν γὰρ πρότερον ἀποθάνῃ, συνεξεμεῖ τὸ ἄνθος· διὸ καὶ φυλάττουσιν ἐν τοῖς κύρτοις, ἕως ἂν ἀθροίσωσι καὶ σχολάσωσιν 10 ἀλίσκονται] Arist.hist.anim.Ε 15 p. 547a13 ἁλίσκονται δὲ τοῦ ἔαρος, ὅταν κηριάζωσιν· ὑπὸ κύνα δ᾿  οὐχ ἁλίσκονται 11 ζῇ] Arist. hist.anim.Ε15 p. 547b9 ζῇ γὰρ ἡ πορφύρα περὶ ἔτη ἔξ, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν φανερά ἐστιν ἡ αὔξησις τοῖς διαστήμασι τοῖς ἐν τῷ ὀστράκῳ τῆς ἕλικος 14 λιμνόστρεα] Arist. hist.anim.Ε15 p. 547b11 τὰ δὲ λιμνόστρεα (v.l. λιμόστρεα ΡAa Ca Da) καλούμενα ὅπου ἂν βόρβορος ἠ, ἐνταῦθα συνίσταται πρῶτον αὐτῶν ἡ ἀρχή. αἱ δὲ κόγχαι καὶ αἱ χῆμαι καὶ οἱ σωλῆνες καὶ οἱ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν πελωρίδες] apud Athenaeum ΙΙΙ p.92d,e πελωριάδες appellantur, sed cf. Poll. VI   63 καὶ κόγχαι Πελωριναί, ὅθεν ἴσως καὶ αἱ νῦν καλούμεναι πελωρίδες ὠνομάσθησαν) [*](1. 2 ὡς προεῖπον] supra § 5 2 αὐτῶν scripsi: αὐτῶν p καὶ τῆς γῆς p: fortasse κατὰ γῆς?  3 πορφύρια Rose: πορφυρὰ P πλεῖστα P: expectes πάντα Οἰσὶ errore rubricatoris P 8 δὲ (sie) P 14 λιμνόστρεα Rose: λιμόστρεα P)

13
δὲ καὶ τὰ ὅμοια ἐν τοῖς λίθοις· περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τὰ τήθεα καὶ αἱ βάλανοι καὶ αἱ νήρεις, οἱ δὲ σπόγγοι περὶ τὰς τῶν κοιλότητας. ἔχει δὲ ὁ σπόγγος πινοφύλακα μεθ’ ἑαυτοῦ, ὅμοιον ἀράχνῃ. ὅς αὐτῷ σημαίνει τὰ ἰχθύδια θηρεύειν τὰ εἰσιόντα εἰς τὰς κοιλότητας.

(46) Kύει δὲ τὰ ἐμφανῆ τῶν ζῴων ἀεὶ τοὺς ἴσους χρόνους, ἄλλοι δὲ ἄλλοις ἑστῶτές εἰσιν.

(47) ἡ μὲν οὖν γυνὴ ἕνα χρόνον ἑστῶτα οὐκ ἔχει τῆς κυήσεως καθάπερ τὰ ἄλλα ζῷα, ἀλλὰ καὶ ἑπτὰ μῆνας κυήσασα τίκτει καὶ ὀκτὼ καὶ ἐννέα, εἰσὶ δὲ αἳ καὶ ⟨τοῦ⟩ δεκάτου καὶ τοῦ ἑνδεκάτου ἤδη προσέλαβον.

(48) κύων κύει μὲν τέσσαρας μῆνας, τῷ δὲ πέμπτῳ τίκτει, τίκτει δὲ τὰ πλεῖστα εἴκοσι. κύει δὲ καὶ λύκος ὁμοίως.

(49) ἡ δὲ ἵππος [*](f.10r) κύει μὲν μῆνας ἕνδεκα, τῷ δὲ δωδεκάτῳ τίκτει· ἡ δὲ ὄνος μῆνας δέκα, τῷ δὲ ἑνδεκάτῳ τίκτει· ἡ δὲ κάμηλος μῆνας δέκα· ἡ δὲ ἔλαφος ὀκτώ· ἡ δὲ ἄρκτος ἡμέρας τριάκοντα τὰς πάσας.

(50) ἡ δὲ λέαινα κύει καί ἡ μῦς καὶ ἡ πανθὴρ καὶ ἡ πάρδαλις καὶ αἴλουρος καὶ ἰχνεύμων ὅσονπερ οἱ κύνες χρόνον, λέγω δὲ τὸν τετραμηνιαῖον.