Historiae Animalium Epitome

Aristophanes of Byzantium

Aristophanes of Byzantium. Excerptorum Constantini De Natura Animalium Duo Aristophanis Historiae Animalium Epitome subiunctis Aeliani Timothei aliorumque eclogis (Supplementum Aristotelicum, Volume 2). Lampros, Spyridon Paulou, editor. Berlin: Reimer, 1885

(41) τῶν δὲ λεγομένων σελαχωδῶν ἰχθύων καὶ σκυμνοτοκούντων ἡ ῥίνη μὲν καὶ ὁ λεῖος γαλεὸς δὶς τοῦ ἔτους τίκτουσι καὶ μάλιστα τῷ μετοπώρῳ, ἡ δὲ νάρκη καὶ αὐτὴ μὲν δὶς --- τῷ φθινοπώρῳ.

(42) ῥηθήσεται δὲ καὶ περὶ τούτων κατὰ προγραφὴν ἐν τῷ τρίτῳ, οὐκ ἐξειργαστέον ἐν τούτῳ.

[*](4 ὀχεύει] Arist.hist.anim.Ε 12 p. 544a1 τίκτει δὲ καὶ τὰ μαλάκια τοῦ ἔαρος, καὶ ἐν τοῖς πρώτοις τίκτει τῶν θαλαττίων ἡ σηπία. τίκτει δὲ πᾶσαν ὥραν. cf. c. 6 p. 541b1 6 σηπία] Arist.hist.anim.E18 p.550a10 αἱ δὲ σηπίαι ἀποτίκτουσι, καὶ γίνεταιὅμοια μύρτος μεγάλοις καὶ μέλασιν τευθὶς] Arist.hist.anim.E 18 p.550b12 αἱ δὲ τευθίδες πελάγιαι ἀποτίκτουσιν· τὸ δ᾿  ᾠόν, ὥσπερ ἡ σηπία, ἀποτίκτει συνεχές 7 πῶλυψ] Arist. hist. anim. Ε 12 p. 544a8 τίκτει δὲ τὸ ᾠὸν (ὁ πολύπους) καθάπερ βοστρὐχιον, ὅμοιον τῷ τῆς λεύκης καρπῷ τίκτουσι] Arist.hist.anim.Ε9 p. 542b32 ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ (τίκτουσιν), οἶον οἱ χυτοί (καλοῦνται δὲ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι), θύννος πηλαμὺς κεστρεὺς χαλκίδες κοχλίαι χρόμις ψῆττα καὶ τὰ τοιαῦτα πλὴν ὁ λάβραξ· οῦτος δὲ δὶς τούτων μόνος 9 καὶ τοὔνομα] Ael. Χ 2 p.243,25 H. τρίγλην δὲ καὶ τρὶς κύειν κατηγορεῖ φασι καὶ τὸ ὄνομα. Artem.Oneirocrit.2,14 p.108,9 Hercher: ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι (Nauck Aristoph.Byz.fr.p.281) cf.0ppian.Hal. I 590. Rose Praef.p.9 Arst.pseud.p.316 10 σκορπίος] Arist.hist.anim.E9 p. 543a7 ὁ δὲ σκορπίος τίκτει δίς κυπρῖνος] Αrist.hist.anim.Z14 p. 568a16 τίκτουσι δ᾿  ἐν τῇ καθηκούσῃ ὥρᾳ κυπρῖνος μὲν πεντάκις ἢ ἑξάκις 11 σελαχωδῶν] Athen.VΙΙ 314e ἔστι δ᾿  ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων 12 ῥίνη] Arist. hist. anim.Ζ 11 p. 566a18 οἱ δ’ ἄλλοι γαλεοὶ δὶς τίκτουσι πλὴν τοῦ σκυλίου· οὖτος δ’ ἅπαξ τοῦ ἐνιαυτοῦ. τίκτουσι δὲ τὰ μὲν τοῦ ἔαρος αὐτῶν (τῶν σελαχῶν), ῥίνη δὲ καὶ τοῦ μετοπώρου πρὸς δύσιν πλειάδος χειμερτνὴν τὸ ὕστερον, τὸ δὲ πρῶτον τοῦ ἔαρος· εὐθηνεῖ δ᾿  αὐτῆς μάλιστα μὲν ὁ γόνος ὁ ὕστερος· αἱ δὲ νάρκαι περὶ τὸ φθινόπωρον)[*](2 ἰχθυδίων scripsi: ἰχθύων P πώλυπες Rose: πόλυπες P 5 (item 7) πῶλυψ Rose: πόλυψ P 7 temptes ad similitudinem Aristotelis παρόμοιόν τι βοστρύχιον. at Βyzantini βότρυς et βόστρυξ perinde habent 8 ἰχθύων scripsi: ἰχθυδίων P θὖνος P 9 λαύραξ Ρ 10 τετράκις codicis e δὶς Aristotelico corruptum puto propter litteram nmmeralem δ 13 lacunam non signavit librarius nisi quod in mrg.: ~ apposuit P1. μάλιστα δὲ snpplendum puto; excerptor, ut apparet, torpedinem, quam apud Aristotelem cum lima saepe memoratam videbat, bis eam quoque generare coniecit 14 κατὰ πρσγραφὴν Sauppe ex p.14,4: κατ’ ἀπογραφὴν P: καθ’ ὐπογραφὴν Rose)
12

(43) Τῶν δὲ ὀστρακοδέρμων οὐδὲν οὔτε ὀχεύει οὔτε ὀχεύεται, ὡς ἀλλ’ αἱ μὲν πορφύραι ἀφιᾶσί τι ἐξ αὑτῶν εἰς γῆν, ἐξ οὖ καὶ τῆς γῆς τὰ πορφύρια γίνεται· τὰ δ’ αὐτὰ καὶ τὰ ἄλλα ὀστρακόδερμα πλεῖστα.

(44) εἰσὶ δὲ τῶν πορφυρῶν αἱ μὲν μεγάλαι ἐν τοῖς κόλποις αἱ τὸ ἄνθος μέλαν ἔχουσαι, αἱ δὲ ἐν τοῖς αἰγιαλοῖς γινόμεναι μικραί, αἱ τὸ ἄνθος ἐρυθρὸν ἔχουσι· καὶ αἱ μὲν προσβόρειοι αὐτῶν μέλαιναί εἰσιν, αἱ δὲ νότιοι ἐρυθραί, καὶ πλέον μὲν ἔχουσι τὸ ἄνθος αἱ μικραὶ καὶ νέαι, ἔλαττον δὲ αἱ μεγάλαι καὶ παλαιαί. πᾶσαι δὲ ἔχουσι τὸ ἄνθος ἄνω πρὸς τῷ τραχήλῳ καὶ ἀποθνήσκουσαι ἀνεμοῦσι τοῦτο· διὸ καὶ σπουδάζουσιν αὐτὰς οἱ πορφυροβάφοι ζώσας κόπτειν πρὶν ἢ ἐμέσαι τὸ ἄνθος, καὶ ἀποτίθενται εἰς κεράμια. ἁλίσκονται δὲ αἱ πορφύραι ἔαρος, ὑπὸ κόνα δὲ οὐ δύνανται. ζῇ δὲ ἡ πορφύρα ἔτη ἕξ, δῆλον δὲ τοῦτο γίνεται τῇ περὶ τὸ ὄστρακον ἕλικι· κατὰ γὰρ ἕκαστον ἐνιαυτὸν μίαν ἕλικα προσκτᾶται μέχρι τῶν ἕξ.

(45) τὰ δὲ λεγόμενα λιμνόστρεα ἐν τῷ βορβόρῳ γίνεται, αἱ δὲ πελωρίδες ἐν τῇ ἄμμῳ, σωλὴν [*](1 τῶν δὲ ὀστρακοδέρμων] Arist.hist.anim.Ε 15 p. 546b16 καὶ πρῶτον περὶ τῶν ὀστρακοδέρμων· τοῦτο γάρ ἐστιν ἀνόχευτον μόνον ὡς εἰπεῖν ὅλον τὸ γένος. αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς ταὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν. τοῦτο δ᾿  ἐστὶν οἷον κηρίον, πλὴν οὐχ οὕτω γλαφυρόν, ἀλλ’ ὥσπερ ἂν εἰ ἐκ λεπυρίων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη· οὐκ ἔχει δ᾿  ἀνεῳγμένον πόρον οὐθὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται καὶ αὖται καὶ τἄλλα τὰ ὀστρακόδερμα ἐξ ἰλύος καὶ συσσήψεως ... ἀφιᾶσι γὰρ ἀρχόμενα κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ἠς τὰ λεπυριώδη συνίσταται. ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφίησι δ᾿  ὅ εἶχεν εἰς τὴν γῆν· καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἂ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι ἐπ’ αὐτῶν 3 τὰ δ᾿  αὐτὰ] Arist.hist.anim.Ε 15 p. 547b18 ὅλως δὲ πάντα τὰ ὀστρακώδη γίνεται καὶ αὐτόματα ἐν τῇ ἰλύϊ 3. 4 εἰσὶ δὲ τῶν πορφυρῶν] Arist.hist.anim.Ε 15 p. 547a4 εἰσὶ δὲ τῶν πορφυρῶν γένη πλείω, καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ Λεκτόν, αἱ δὲ μικραί, οἶον ἐν τῷ Εὐρίπῳ καὶ περὶ τὴν Καρίαν, καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αὐτῶν αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ᾿  ἐρυθρὸν καὶ μικρόν· γίνονται δ᾿  ἔνιαι τῶν μεγάλων καὶ μναῖαι· αἱ δ᾿  ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθος γίνονται μικραί, τὸ δ’ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ᾿   ἐν μὲν τοῖς προσβορείοις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν 6 καὶ πλέον] nova; apud Aristotelem non inveniuntur 8 ἔχουσι τὸ ἄνθος] Arist.hist.anim.Ε 15 p. 547a 15 τὸ δ᾿  ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου καὶ ἀποθνήσκουσαι] Arist.hist.anim.Ε 15 p. 547a26 σπουδάζουσι δὲ ζώσας κόπτειν· ἐὰν γὰρ πρότερον ἀποθάνῃ, συνεξεμεῖ τὸ ἄνθος· διὸ καὶ φυλάττουσιν ἐν τοῖς κύρτοις, ἕως ἂν ἀθροίσωσι καὶ σχολάσωσιν 10 ἀλίσκονται] Arist.hist.anim.Ε 15 p. 547a13 ἁλίσκονται δὲ τοῦ ἔαρος, ὅταν κηριάζωσιν· ὑπὸ κύνα δ᾿  οὐχ ἁλίσκονται 11 ζῇ] Arist. hist.anim.Ε15 p. 547b9 ζῇ γὰρ ἡ πορφύρα περὶ ἔτη ἔξ, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν φανερά ἐστιν ἡ αὔξησις τοῖς διαστήμασι τοῖς ἐν τῷ ὀστράκῳ τῆς ἕλικος 14 λιμνόστρεα] Arist. hist.anim.Ε15 p. 547b11 τὰ δὲ λιμνόστρεα (v.l. λιμόστρεα ΡAa Ca Da) καλούμενα ὅπου ἂν βόρβορος ἠ, ἐνταῦθα συνίσταται πρῶτον αὐτῶν ἡ ἀρχή. αἱ δὲ κόγχαι καὶ αἱ χῆμαι καὶ οἱ σωλῆνες καὶ οἱ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν πελωρίδες] apud Athenaeum ΙΙΙ p.92d,e πελωριάδες appellantur, sed cf. Poll. VI   63 καὶ κόγχαι Πελωριναί, ὅθεν ἴσως καὶ αἱ νῦν καλούμεναι πελωρίδες ὠνομάσθησαν) [*](1. 2 ὡς προεῖπον] supra § 5 2 αὐτῶν scripsi: αὐτῶν p καὶ τῆς γῆς p: fortasse κατὰ γῆς?  3 πορφύρια Rose: πορφυρὰ P πλεῖστα P: expectes πάντα Οἰσὶ errore rubricatoris P 8 δὲ (sie) P 14 λιμνόστρεα Rose: λιμόστρεα P)

13
δὲ καὶ τὰ ὅμοια ἐν τοῖς λίθοις· περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τὰ τήθεα καὶ αἱ βάλανοι καὶ αἱ νήρεις, οἱ δὲ σπόγγοι περὶ τὰς τῶν κοιλότητας. ἔχει δὲ ὁ σπόγγος πινοφύλακα μεθ’ ἑαυτοῦ, ὅμοιον ἀράχνῃ. ὅς αὐτῷ σημαίνει τὰ ἰχθύδια θηρεύειν τὰ εἰσιόντα εἰς τὰς κοιλότητας.

(46) Kύει δὲ τὰ ἐμφανῆ τῶν ζῴων ἀεὶ τοὺς ἴσους χρόνους, ἄλλοι δὲ ἄλλοις ἑστῶτές εἰσιν.

(47) ἡ μὲν οὖν γυνὴ ἕνα χρόνον ἑστῶτα οὐκ ἔχει τῆς κυήσεως καθάπερ τὰ ἄλλα ζῷα, ἀλλὰ καὶ ἑπτὰ μῆνας κυήσασα τίκτει καὶ ὀκτὼ καὶ ἐννέα, εἰσὶ δὲ αἳ καὶ ⟨τοῦ⟩ δεκάτου καὶ τοῦ ἑνδεκάτου ἤδη προσέλαβον.

(48) κύων κύει μὲν τέσσαρας μῆνας, τῷ δὲ πέμπτῳ τίκτει, τίκτει δὲ τὰ πλεῖστα εἴκοσι. κύει δὲ καὶ λύκος ὁμοίως.

(49) ἡ δὲ ἵππος [*](f.10r) κύει μὲν μῆνας ἕνδεκα, τῷ δὲ δωδεκάτῳ τίκτει· ἡ δὲ ὄνος μῆνας δέκα, τῷ δὲ ἑνδεκάτῳ τίκτει· ἡ δὲ κάμηλος μῆνας δέκα· ἡ δὲ ἔλαφος ὀκτώ· ἡ δὲ ἄρκτος ἡμέρας τριάκοντα τὰς πάσας.

(50) ἡ δὲ λέαινα κύει καί ἡ μῦς καὶ ἡ πανθὴρ καὶ ἡ πάρδαλις καὶ αἴλουρος καὶ ἰχνεύμων ὅσονπερ οἱ κύνες χρόνον, λέγω δὲ τὸν τετραμηνιαῖον.

(51) ἡ δὲ δασύπους τίκτει κατὰ μῆνα.

(52) τὸ δὲ πρόβατον κύει μῆνας πέντε, ὡσαύτως καὶ ἡ αἴξ· [*](1 περὶ δὲ τὰς σήραγγας] Arist.hist.anim.Ε 15 p. 547b21 περὶ δὲ τὰς  σήραγγας τῶν πετρδίων , τήθυα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἶον αἱ λεπάδες καὶ οἱ νηρεῖται 3 ἔχει δὲ ὁ σπόγγος] Arist.hist.anim.Ε 16 p. 548a28 τῶν δὲ σπόγγων ἐν ταῖς θαλάμαις γίνονται πιννοφύλακες. ἔπεστι δ᾿  οῖον ἀράχνιον ἐπὶ τῶν θαλαμῶν, ὃ διοίγοντες καὶ συνάγοντες θηρεύουσι τὰ ἰχθὐδια τὰ μικρὰ πρὸς μὲν τὸ εἰσελθεῖν διοίγοντες αὐτά, ὅταν δ᾿  εἰσέλθῃ, συνάγοντες 5 κύει] Arist.hist.anim.H 4 p. 584a33 τὰ μὲν οὖν ἄλλα ζῷα μοναχῶς ποιεῖται τὴν τοῦ τόκου τελείωσιν· εἷς γὰρ ὥρισται τοῦ τόκου χρόνος πᾶσιν· ἀνθρώπῳ δὲ πολλοὶ μόνω τῶν ζῴων· καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα γίνεται, καὶ δεκάμηνα τὸ πλεῖστον· ἕναι δ᾿  ἐπλαμβάνουσι καὶ τοῦ ἑνδεκάτου μηνός. cf. Arist.gener.anim.Δ4 p.772b6. cf. in secunda parte f.337ν §33.34 9 κύων κύει] cf.Arist.hist.anim.Ζ 20 p. 574a20 10 τίκτει δὲ] cf. Arist.hist.anim. 20 p. 574b24 τίκτει δὲ κύων σκυλάκια τὰ πλεῖστα δώδεκα, ὡς δ᾿  ἐπὶ τὸ πολὺ πέντε ἢ ἔξ κύει] Arist.hist.anim.Ζ35 p. 580a11 λύκος δὲ κύει μὲν καὶ τίκτει καθάπερ κύων τῷ χρόνῳ καὶ τῷ πλήθει τῶν γιγνομένων ἡ δὲ ἵππος] Arist. hist. anim.Ζ22 p. 575b26 κύει δ’ (ἡ ἵππος) ἕνδεκα μῆνας, δωδεκάτῳ δὲ τίκτει 11 ἡ δὲ ὄνος] Arist.hist.anim.Ζ 23 p. 577a21 τίκτει δὲ (ὄνος) δωδεκάτῳ μηνί. cf. Arist.gener.anim. B 8 p. 748a30 12 ἡ δὲ κάμηλος] Arist.hist.anim.Ζ 26 p. 578a10 ἡ δὲ κάμηλος κύει μὲν δέκα μῆνας, τίκτει δ᾿   ἀεὶ) ἕν μόνον. at hist. anim.Ε p.546b3 κὺει δὲ δώδεκα μῆνας ἡ δὲ ἔλαφος] Arist.l.c.Z 29 p.578b13 κύει δ᾿  ὀκτὼ μῆνας (ἠ ἔλαφος) 13 ἡ δὲ ἄρκτος] Arist. l. c.Z 30 p.579a20 κὺει δ᾿  ἄρκτος τριάκονθ’ ἡμέρας 14 καὶ ἡ πανθὴρ] Arist.l.c.Z 35 p. 580a23 οἱ δὲ αἴλουροι καὶ οἱ ἰχνεὐμονες τίκτουσιν ὅσαπερ καὶ οἱ κύνες . . . . .:  καὶ ὁ πάνθηρ δὲ τίκτει τυφλὰ κτλ. 15 δασύπους] Arist.l.c.Z 33 p.579b33 καὶ τίκτουσι (δασύποδες) κατὰ μῆνα 16 πρόβατον] Arist. l.c.Ζ 19 p. 573b20 κύει δὲ πέντε μῆνας καὶ πρόβατον καὶ αἴξ) [*](2 αἱ νήρεις Rose: ἐνήρεις οἱ δὲ Rose: αἱ δὲ P σπόγγοι in σπόγκοι correxit P4 πετρῶν Rose: πτερῶν P 3 σπόγγος Rose: σπόγκος P πιννοφύλακες. φὺλακα Rose 5 κύει Rose: κύειν p ἀεὶ τοὺς ἴσους scripsi: αὐτοὺς ἴσους P Rose: τοὺς ἴσους Sauppe 6 ἄλλοις Rose: ἄλλως P ante ἡ μὲν οὖν lemma praefigit Ι᾿υνή P 7 ἑπτὰ μῆνας Rose: ἑπτάμηνα P 8 καὶ ὀκτὼ addidi ex Aristotele καὶ τοῦ δεκάτου Rose: καὶ δεκάτου P 10 εἴκοσι] litterae κ et αι videntur con- fusae ante ἡ lemma  Ἵππος habet P 15 κῦνες ex μῦνες correxit P1)

14
ἡ δὲ βοῦς μῆνας ἐννέα, τῷ δὲ δεκάτῳ τίκτει· ὁ δὲ ἐλέφας ἔτη δύο, οἱ δὲ λέγουσι δέκα καὶ ὀκτὼ μῆνας, τῷ δὲ ἐννεακαιδεκάτῳ τίκτει.

(53) ῥηθήσεται δὲ καὶ περὶ τῆς ἐκτέξεως αὐτῶν καὶ ἐκτροφῆς καὶ τῆς ποσότητος τῶν γεννωμένων καὶ τὸ ὅλον τοῦ βίου αὐτῶν ἐπ’ ἀκριβείας κατὰ προγραφὴν ἐν τῷ δευτέρῳ ἐπιγραφησομένῳ δὲ περὶ τῶν ζῳοτοκούντων, νῦν δὲ ὑπομνήσεως χάριν ἐπιτετροχάσθω.

(54) Ἐπειδὴ δὲ ἀρχὴ πάσης γενέσεως ἐναίμου τὸ σπέρμα, τί δέ ἐστι καὶ ποῖον κατὰ τὴν οὐσίαν καὶ πόθεν ζητεῖται, ἀκόλουθον ἂν εἴη τοῖς προειρημένοις καὶ περὶ τούτου εἰπεῖν.

(55) Ἐναπορεῖ ὁ Ἀριστοτέλης κατὰ μὲν πρῶτον περὶ τῆς οὐσίας αὐτοῦ. πῶς γάρ, φησίν, ἐξερχόμενον ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν ἐστιν, ἐπιμένον δὲ καὶ ψυχόμενον εἰς ὕδωρ ἀναλύεται; ἄτοπον δέ ἐστιν ὕδωρ αὐτὸ λέγειν· οὐ γὰρ παχύνεται ὑπὸ θέρμης ὕδωρ, τὸ δὲ σπέρμα παχύ τι καὶ λευκὸν χρῆμα φαίνεται ὑπάρχον. ἀλλ’ εἰ ἐλέγομεν αὐτὸ ἐκ γεώδους καὶ ὑδατώδους εἶναι, ἐχρῆν καὶ ψυχόμενον αὐτὸ μὴ ἐξυδατοῦσθαι, τοὐναντίον δὲ καὶ πήσσεσθαι, καθάπερ καὶ τὰ ἐκ τῆς γῆς καὶ ὕδατος ὁρῶμεν τῷ χρόνῳ ξηραινόμενα. ἀλλὰ μὴν καὶ εἰ ἧν αἶμα, ὥς τινες ἔφασαν τῶν ἀρχαίων, πέψει δὲ μεταβεβληκὸς τὴν χροιάν, ἔδει αὐτὸ τῷ ψύχει μᾶλλον πήσσεσθαι, ὅπερ καὶ περὶ πᾶν αἷμα ψυχόμενον συμβαίνει. μήποτε οὖν, φησίν, ἐξ ὕδατος [*](1 βοῦς] Arist.hist.anim. Ζ 21 p. 575a25 κύει δ᾿  ἐννέα μῆνας (βοῦς, δεκάτῳ δὲ τίκτει ἐλέφας] Arist.hist.anim.Ε 14 p.546b11 κύει δ᾿  ἔτη δύο. hist.anim.Ζ 27 p. 578a18 ὅταν δ᾿  ὀχευθῇ ἡ θήλεια, φέρει ἐν γαστρί, ὡς μέν τινές φασιν, ἐνιαυτὸν καὶ ἕξ μῆνας, ὡς δ᾿  ἕτεροι, τρί’ ἔτη 7 ἀρχὴ] Arist.part.anim.Β 7 p. 653b17 τὸ μὲν γὰρ (σπέρμα) ἀρχὴ γενέσεως αὐτῶν (τῶν ζῴων) ἐστί 10 ἐναπορεῖ ὁ Ἀριστοτέλης] gener. anim.Β 2 p. 735a29 περὶ δὲ τῆς τοῦ σπέρματος φύσεως ἀπορήσειεν ἄν. τὸ γὰρ σπέρμα ἐξέρχεται μὲν ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν, ψυχόμενον δὲ γίνεται ὑγρὸν ὥσπερ ὕδωρ, καὶ τὸ χρῶμα ὕδατος. ἄτοπον δὴ ἄν δόξειεν· οὐ γὰρ παχύνεται ὕδωρ θερμῷ, τὸ δ᾿  ἔσωθεν ἐκ θερμοῦ ἐξέρχεται παχύ, ψυχόμενον δὲ γίνεται ὑγρόν. καίτοι πήγνυταί γε τὰ ὑδατώδη· τὸ δὲ σπέρμα οὐ πήγνυται τιθέμενον ἐν τοῖς πάγοις ὑπαίθριον, ἀλλ’ ὑγραίνεται, ὡς ὑπὸ τοῦ ἐναντίου παχυνθέν. ἀλλὰ μὴν οὐδ’ ὑπὸ θερμοῦ παχύνεσθαι εὄλογον. ὅσα γὰρ γῆς πλεῖον ἔχει, ταῦτα συνίσταται καὶ παχύνεται ἑψόμενα, οἶον καὶ τὸ γάλα. ἔδει οὖν ψυχόμενον στερεοῦσθαι. νῦν δ᾿  οὐθὲν γίνεται στερεόν, ἀλλὰ πᾶν ὧσπερ ὕδωρ. ἡ μὲν οὖν ἀπορία αὕτη ἐστίν· εἰ μὲν γὰρ ὕδωρ, τὸ ὕδωρ οὐ φαίνεται παχυνόμενον ὑπὸ τοῦ θερμοῦ, τὸ δ᾿  ἐξέρχεται παχὺ καὶ θερμὸν καὶ ἐκ θερμοῦ τοῦ σώματος· εἰ δ᾿  ἐκ γῆς ἤ μικτὸν γῆς καὶ ὕδατος, οὐκ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ὕδωρ 17 ἀλλὰ μὴν καὶ εἰ ἦν οἶμα] locus apud Aristotelem non extans 19 μήποτε] Arist.gener.anim.B2 p.735b7 (continuatio loci supra citati) ἢ οὐ πάντα τὰ συμβαίνοντα διῃρήκαμεν. οὐ γὰρ μόνον παχύνεται τὸ ἐξ ὅδατος καὶ γεώδους συνιστάμενον ὑγρόν, ἀλλὰ καὶ τὸ ἐξ ὕδατος καὶ πνεύματος, οἶον καὶ ὁ ἀφρὸς γίνεται παχύτερος καὶ λευκός, καὶ ὅσψ ἂν ἐλάττους καὶ ἀδηλότεραι αἱ πομφόλυγες ὦσι, τοσούτῳ καὶ λευκότερος καὶ στιφρότερος ὁ ὄγκος φαίνεται. τὸ δ᾿  αὐτὸ καὶ τὸ ἔλαιον πάσχει· παχύνεται γὰρ τῷ πνεύματι μιγνὐμενον· διὸ καὶ τὸ λευκαινόμενον παχύτερον γίνεται τοῦ ἐνόντος ὑδατώδους ὑπὸ τοῦ θερμοῦ διακρινομένου καὶ γινομένου πνεύματος . .  . . . καὶ αὐτὸ τὸ ὕδωρ τῷ ἐλαίῳ μιγνύμενον γίνεται παχὺ καὶ λευκόν· καὶ γὰρ ὑπὸ τῆς τρίψεως ἐγκατακλείεται) [*](5 ἐπιγραφησομένῳ (non ἐπιγραφομένῳ) P 14 ἐλέγομεν scripsi: λέγομεν P 16 (item 18) πήσσεσθαι Rose: πήσεσθαι p 18 μεταβεβληκὸς Sauppe: μεταβεβηκὸς p)

15
καὶ πνεύματός ἐστιν, οἷος ὁ ἀφρὸς ὁ ἐπὶ τοῦ ὕδατος γινόμενος; οὗτος γὰρ γίνεται παχύτερος καὶ λευκότερος ὅσῳ ἂν ἐλάττους καὶ ἀδηλοτέρας ἔχῃ τὰς πομφόλυγας. τὸ δ’ αὐτὸ γινόμενον ὁρᾶται καὶ περὶ τὸ ἔλαιον τὸ [*](f.10v) μετὰ τοῦ ὕδατος· παχύνεται γὰρ ἅμα καὶ λευκαίνεται ἐν τῇ τοῦ πνεύμκτος παρεμβολῇ· ἡ γὰρ ἀνακοπὴ καὶ ἡ κίνησις πλεῖον πνεῦμα αὐτοῖς ἐγκατακλείει. ἀμέλει δὲ καὶ αὐτὸ τὸ ἔλαιον πνεῦμα ἔχει ἐν ἑαυτῷ πλεῖστον, δι’ οὔ καὶ ἐπὶ τοῦ ὕδατος ἐπιπολάζει ἀνακουφιζόμενον ὑπὸ τούτου. ὅθεν ἐξ ὕδατος καὶ πνεύματος λέγοι ἄν τις τὸ σπέρμα εἶναι καθάπερ, ὡς προεῖπον, καὶ ὁ ἀφρός.

(56) αἴτιος δὲ γίνεται τῆς ἀπηξίας τοῦ σπέρματος ὁ ἐνυπάρχων ἐν αὐτῷ ἀήρ· πᾶς γὰρ ἀὴρ ἂπηκτος. ἔοικε δέ, φησί. τὸ λεγόμενον ὑφ’ ἡμῶν μηδὲ τοὺς ἀρχαίους λεληθέναι, ὡς ἀφρώδης ἐστὶν ἡ τοῦ σπέρματος φύσις· τὴν γὰρ δεσπόζουσαν τῆς μίξεως τοῦ σπέρματος θεὸν Ἀφροδίτην προσηγόρευσαν οὐκ ἐξ ἑτέρου ἀλλ’ ἐξ ἀφροῦ.

(57) ἐπιμέμφεται δὲ καὶ Ἀριστοτέλης Κτησίαν τὸν Κνίδιον καὶ Ἡρόδοτον τὸν ἱστοριοτὸν μὲν Κτησίαν λέγοντα ὡς ψυχόμενον τὸ τῶν ἐλεφάντων σπέρμα σκληρύνεται καὶ γίνεται ὅμοιον ἠλέκτρῳ, τὸν δὲ Ἡρόδοτον λέγοντα ψεύδεμέλαν εἶναι τὸ τῶν Αἰθιόπων σπέρμα. τούτους δὲ ἐπιμεμφόμενος τῇ ἰδίᾳ ὑποθέσει προστίθεται. εἰ γὰρ πήσσεται τὸ τῶν ἐλεφάντων σπέρμα, οὐκέτι ἀφρῶδες· ὁ γὰρ ἀφρὸς ἄπηκτος· εἰ δὲ μέλαν, οὐκέτι ἐξ ὕδατος [*](πνεῦμα, καὶ αὐτὸ τὸ ἔλαιον ἔχει πνεῦμα πολύ· ἕστι γὰρ οὔτε γῆς οὔτε ὕδατος ἀλλὰ πνεύματός τὸ λιπαρόν. διὸ καὶ ἐπὶ τῷ ὕδατι ἐπιπολάζει· ὁ γὰρ ἐν αὐτῷ ὢν ἀήρ, ὥσπερ ἐν ἀγγείῳ, φέρει ἄνω καὶ ἐπιπολάζει καὶ αἴτιος τῆς κουφότητός ἐστιν 8 ὅθεν] Arist. gener. anim.Β 2 p. 735b37 ἔστι μὲν οὖν τὸ σπέρμα κοινὸν πνεύματος καὶ ὕδατος, τὸ δὲ πνεῦμά ἐστι θερμὸς ἀήρ· διὸ ὑγρὸν τὴν φύσιν, ὅτι ἐξ ὕδατος 9 αἴτιος] Arist.gener.anim.Β 2 p. 736a22 φανερὸν δὲ ὅτι διὰ τοῦτ’ οὐδὲ πήγνυται· ὁ γὰρ ἀὴρ ἂπηκτος 10 ἔοικε] Arist.gener.anim.Β 2 p. 736a18 ἔοικε δὲ οὐδὲ τοὺς ἀρχαίους λανθάνειν ἀφρώδης ἡ τοῦ σπέρματος οὖσα φύσις· τὴν γοῦν κυρίαν θεὸν τῆς μίξεως ἀπὸ τῆς δυνάμεως ταύτης προσηγόρευσαν 13. 14 ἐπιμέμφεται] Arist.gener.anim.Β 2 p. 736a2 Κτησίας γὰρ ὁ Κνίδιος ἂ περὶ τοῦ σπέρματος τῶν ἐλεφάντων εἵρηκε, φανερός ἐστιν ἐψευσμένος. φησὶ γὰρ οὕτω σκληρύνεσθαι ξηραινόμενον ὥστε γίνεσθαι ἠλέκτρῳ ὅμοιον 14 Ἡρόδοτον] Arist.hist. anim.Γ 22 p. 723a17 ἀλλ’ Ἡρόδοτος διέψευσται γράψας τοὺς Αἰθίοπας προίεσθαι μέλαιναν τὴν γονήν...ψευδὲς δ’ ἐστὶ καὶ ὃ Κτησίας γέγραφε περὶ τῆς γονῆς τῶν ἐλεφάντων. cf. gener. anim.Β 2 p. 736a10 18 εἰ γὰρ πήσσεται] cf. Arist. gener. anim.Β 2 p.736a8 παχὺ δὲ καὶ λευκὸν (τὸ σπέρμα) διὰ τὸ μεμῖχθαι πνεῦμα ... 13 αἴτιον δὲ τῆς λευκότητος τοῦ σπέρματος ὅτι ἐστὶν ἡ γονὴ ἀφρός, ὁ δ᾿  ἀφρὸς λευκόν, καὶ μάλιστα τὸ ἐξ ὀλιγίστων συγκείμενον μορίων καὶ οὕτω μικρῶν ὥσπερ ἑκάστης ἀοράτου τῆς πομφόλυγος οὔσης, ὅπερ συμβαίνει καὶ ἐπὶ τοῦ ὔδατος καὶ τοῦ ἐλαίου μιγνυμένων καὶ τριβομένων, καθάπερ ἐλέχθη πρότερον) [*](1 οῖος ex οῖον correxit P1 (Schone) 2 ἀδηλοτέρας Rose: ἀδηλοτέρους P ἔχῃ Sauppe: ἔχει P 4 λευκαίνεται scripsi: λεπτύνεται P 8 λέγοι Rose: λέγη P 8. 9 ὡς προεῖπον] supra p.14,19 9 ὁ (non ἡ) ἀφρός habet p 10 ἄπηκτος Rose: ἄτηκτος P 11 ἀφρώδης ἐστὶν ἡ Sauppe ex Aristotele: ἡ ἀφροδίτη ἐστὶ P 12 τοῦ σπέρματος (post μίξεως) delendum puto 16 σκληρύνεται Rose: σκηρύνεται P 18 πήσεται P 19 ἀφρῶδες —οὐκέτι omisit culpa typothetae editio princeps. cf. Rose in Hermae vol. VII 493 μέλαν sic p)

16
καὶ πνεύματος· ἡ γὰρ τούτων μίξις λευκή.

(58) ἀντιλέγει δὲ καὶ τοἵς λέγουσι τὸ σπέρμα σύντηγμα εἶναι· ἄλογον γάρ, ἐπειδὴ πᾶσα σύντηξις τῶν παρὰ φύσιν, ἐκ δὲ τῶν παρὰ φύσιν ζῷον οὐκ ἂν γένοιτο. συνάγει οὖν τὸ σπέρμα τὴν μὲν οὐσίαν ἐξ ὕδατος καὶ πνεύματος, τὴν δὲ γένεσιν εἰληφέναι ἐκ περιττώματος χρησίμης τροφῆς τῆς ἐσχάτης. ἐσχάτη δὲ ἡμῖν, ἐστὶ τροφὴ τὸ οἶμα, ὥστε ἐκ τῆς αἱματικῆς τροφῆς τῆς ἐν τῷ συνδυασμῷ πεττομένης καὶ μεταβεβληκυίας τὸ σπέρμα. διὸ καὶ μεγάλην αὐτὸ ἔχει δύναμιν.

(59) ἐχομένως ἀπορεῖ, πότερον ἀφ’ ὅλου τοῦ σώματος ἡ καταβολὴ τούτου ·ἢ ἀπὸ μέρους, καὶ ἀπὸ τοῦ ἄρρενος μόνου ἢ καὶ ἀπὸ τῆς θηλείας, καὶ τὸ ὅλον εἰ συμβάλλεται τὸ θῆλυ πρὸς τὴν ζῳογονίαν ἢ οὔ.

(60) οὐχ ὅλον ἀφ’ ὅλου εὔλογον φέρεσθαι. ἐχρῆν γάρ, εἴπερ ἧν ἀφ’ ὅλου ἡ φορά, μὴ ἀθρόαν τὴν ἡδονὴν παρακολουθεῖν ἡμῖν, ἀλλὰ κατὰ [*](f.11r) μέρος ὡς καὶ συνέρρει· ἀπὸ γάρ τινος πρώτου καὶ δευτέρου φιλεῖ φέρεσθαι, ἡμῖν δὲ ἄδηλον γίνεται διὰ τὴν ταχύτητα. καὶ ἔτι, εἴ τι, φασίν, ἐκ διεστώτων ἡμῖν μερῶν ἐνεχθήσεται ἢ ἐκ συνεχῶν· καὶ εἰ μὲν ἐκ διεστώτων ἐνεχθήσεται, πῶς ζήσεται μὴ συνεχὲς ὄν; εἰ δὲ συνεχὲς ἔξεισι, ζῷον ἂν ἧν τὸ φερόμενον μικρόν, οὗ μὴ γενομένου οὐκ ἂν λέγοιμεν ἀφ’ ὅλου φέρεσθαι τὸ σπέρμα.