Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Καὶ ὁ μὲν ἐπαναχθεὶς κατῆρεν εἰς Ἰταλίαν, εἵπετο δὲ αὐτῷ μειράκιον τῶν ἐν Σικελίᾳ εὖ γεγονότων, Κλεισθένης τοὔνομα, καὶ πάντων μετεῖχε τῶν
Ἱπποθόου κτημάτων, καλὸς ὤν.Ὁ δὲ πορνοβοσκὸς ἤδη τῆς Ἀνθείας ὑγιαίνειν δοκούσης ἐνενόει ὅπως αὐτὴν ἀποδώσεται, καὶ δὴ προῆγεν αὐτὴν εἰς τὴν ἀγορὰν καὶ τοῖς ὠνησομένοις ἐπεδείκνυεν.
Ἐν τούτῳ δʼ ὁ Ἱππόθοος περιῄει τὴν πόλιν τὴν Τάραντα, εἴ τι καλὸν ὠνήσασθαι ζητῶν· καὶ ὁρᾷ τὴν Ἄνθειαν καὶ γνωρίζει καὶ ἐπὶ τῷ συμβάντι καταπλήσσεται καὶ πολλὰ πρὸς ἑαυτὸν ἐλογίζετο οὐχ αὕτη ἡ κόρη, ἣν ἐγώ ποτε ἐν Αἰγύπτῳ τιμωρῶν τῷ Ἀγχιάλου φόνῳ εἰς τάφρον κατώρυξα καὶ κύνας αὐτῇ συγκαθεῖρξα; Τίς οὖν ἡ μεταβολή; πῶς δὲ σώζεται; τίς ἡ ἐκ τῆς τάφρου φυγή; τίς ἡ παράλογος σωτηρία;