Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἁβροκόμης μὲν εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον· ἴσως ἀνάγκῃ τι εἴργασται· ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσῃ. Ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει τελευτῆς.
Ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῷ Ταυρομενίῳ τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίᾳ τῶν ἐπιτηδείων· χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέ τε ὑπʼ ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ ὀλίγῳ συγγενόμενος χρόνῳ, ἀποθανούσης αὐτῆς πλοῦτόν τε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν· πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια.
Διέγνω δὲ πλεῦσαι μὲν εἰς Ἰταλίαν, ὠνήσασθαι δὲ οἰκέτας ὡραίους καὶ θεραπαίνας καὶ ἄλλην σκευῶν περιβολήν, ὅση γένοιτʼ ἂν ἀνδρὶ εὐδαίμονι· ἐμέμνητο δὲ ἀεὶ τοῦ Ἁβροκόμου καὶ τοῦτον ἀνευρεῖν εὔχετο, περὶ πολλοῦ ποιούμενος κοινωνῆσαί τε αὐτῷ τοῦ βίου παντὸς καὶ τῶν κτημάτων.