Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Καὶ ἡ μὲν ἀπήγετο εἰς Ἰταλίαν, ἡ δὲ Ῥηναία ἐλθόντι τῷ Πολυΐδῳ λέγει ὅτι ἀπέδρα ἡ Ἄνθεια, κἀκεῖνος ἐκ τῶν ἤδη πεπραγμένων ἐπίστευσεν αὐτῇ. Ἡ δὲ Ἄνθεια κατήχθη μὲν εἰς Τάραντα, πόλιν τῆς Ἰταλίας· ἐνταῦθα δὲ ὁ Κλυτὸς δεδοικὼς τὰς τῆς Ῥηναίας ἐντολὰς ἀποδίδοται αὐτὴν πορνοβοσκῷ.

Ὁ δὲ ἰδὼν κάλλος οἷον οὔπω πρότερον ἐτεθέατο, μέγα κέρδος ἕξειν τὴν παῖδα ἐνόμιζε, καὶ ἡμέραις μέν τισιν αὐτὴν ἀνελάμβανεν ἐκ τοῦ πλοῦ κεκμηκυῖαν καὶ ἐκ τῶν ὑπὸ τῆς Ῥηναίας βασάνων· ὁ δὲ Κλυτὸς ἧκεν εἰς Ἀλεξάνδρειαν καὶ τὰ πραχθέντα ἐμήνυσε τῇ Ῥηναίᾳ.