Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἤγετο δὲ ἡ Ἄνθεια ὑπὸ τοῦ Κλυτοῦ κλάουσα καὶ ὀδυρομένη ὦ κάλλος ἐπίβουλον λέγουσα, ὦ δυστυχὴς εὐμορφία, τί μοι παραμένετε ἐνοχλοῦντα; τί δὲ αἴτια πολλῶν κακῶν μοι γίνεσθε; οὐκ ἤρκουν οἱ τάφοι, οἱ φόνοι, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλʼ ἤδη καὶ ἐπὶ οἰκήματος στήσομαι καὶ τὴν μέχρι νῦν Ἁβροκόμῃ τηρουμένην σωφροσύνην πορνοβοσκὸς ἀναγκάσει με λύειν;
Ἀλλ’, ὦ δέσποτα, προσπεσοῦσα ἔλεγε τοῖς γόνασι τοῦ Κλυτοῦ, μή με ἐπʼ ἐκείνην τὴν τιμωρίαν ἅμα προαγάγῃς, ἀλλʼ ἀπόκτεινόν με αὐτός· οὐκ οἴσω πορνοβοσκὸν δεσπότην· σωφρονεῖν, πίστευσον, εἰθίσμεθα. Ταῦτα ἐδεῖτο, ἠλέει δὲ αὐτὴν ὁ Κλυτός.