Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἐν τούτῳ ἐρᾷ καὶ ὁ Πολύιδος Ἀνθείας ἔρωτα σφοδρόν (ἦν δὲ αὐτῷ ἐν Ἀλεξανδρείᾳ γυνή)· ἐρασθεὶς δὲ τὰ μὲν πρῶτα ἐπειρᾶτο πείθειν μεγάλα ὑπισχνούμενος· τελευταῖον δὲ ὡς κατῄεσαν εἰς Ἀλεξάνδρειαν ἐγένοντο δὲ ἐν Μέμφει, ἐπεχείρησεν ὁ Πολύιδος βιάζεσθαι τὴν Ἄνθειαν·

ἡ δὲ ἐκφυγεῖν δυνηθεῖσα, ἐπὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔρχεται καὶ ἱκέτις γενομένη σύ με εἶπεν, ὦ δέσποινα Αἰγύπτου, πάλιν σῶσον, ᾗ ἐβοήθησας πολλάκις· φεισάσθω μου καὶ Πολύιδος τῆς διὰ σὲ σώφρονος Ἁβροκόμῃ τηρουμένης.

Ὁ δὲ Πολύιδος ἅμα μὲν τὴν θεὸν ἐδεδοίκει, ἅμα δὲ ἤρα τῆς Ἀνθείας καὶ τῆς τύχης αὐτὴν ἠλέει· πρόσεισι δὲ τῷ ἱερῷ μόνος καὶ ὄμνυσι μήποτε βιάσασθαι τὴν Ἄνθειαν, μηδὲ ὑβρίσαι τι εἰς αὐτήν, ἀλλὰ τηρῆσαι ἁγνὴν ἐς ὅσον αὐτὴ θελήσει· αὔταρκες γὰρ αὐτῷ φιλοῦντι ἐδόκει εἶναι κἂν βλέπειν μόνον καὶ λαλεῖν αὐτῇ.

Ἐπείσθη τοῖς ὅρκοις ἡ Ἄνθεια καὶ κατῆλθεν ἐκ τοῦ ἱεροῦ· κἀπειδὴ ἔγνωσαν ἡμέραις τρισὶν αὑτοὺς

ἀναλαβεῖν ἐν Μέμφει, ἔρχεται ἡ Ἄνθεια εἰς τὸ τοῦ Ἄπιδος ἱερόν. Διασημότατον δὲ τοῦτο ἐν Αἰγύπτῳ, καὶ ὁ θεὸς τοῖς βουλομένοις μαντεύεται.

Ἐπειδὰν γάρ τις προσελθὼν εὔξηται καὶ δεηθῇ τοῦ θεοῦ, αὐτὸς μὲν ἔξεισιν, οἱ δὲ πρὸ τοῦ νεὼ παῖδες Αἰγύπτιοι ἃ μὲν καταλογάδην ἃ δʼ ἐν μέτρῳ προλέγουσι τῶν ἐσομένων ἕκαστα.

Ἐλθοῦσα δὴ καὶ ἡ Ἄνθεια προσπίπτει τῷ Ἄπιδι. Ὦ θεῶν ἔφη φιλανθρωπότατε, ὁ πάντας οἰκτείρων ξένους, ἐλέησον κἀμὲ τὴν κακοδαίμονα καί μοι μαντείαν ἀληθῆ περὶ Ἁβροκόμου πρόειπε.