Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Εἰ μὲν γὰρ αὐτὸν ἔτι ὄψομαι καὶ ἄνδρα λήψομαι, καὶ μενῶ καὶ ζήσομαι· εἰ δὲ ἐκεῖνος τέθνηκεν, ἀπαλλαγῆναι κἀμὲ καλῶς ἔχει τοῦ πονήρου τούτου βίου. Εἰποῦσα καὶ καταδακρύσασα ἐξῄει τοῦ ἱεροῦ· κἀν τούτῳ οἱ παῖδες οἱ πρὸ τοῦ τεμένους παίζοντες ἅμα ἐξεβόησαν Ἀνθία Ἁβροκόμην ταχὺ λήψεται ἄνδρα τὸν αὑτῆς. Ἀκούσασα εὐθυμοτέρα ἐγένετο καὶ προσεύχεται τοῖς θεοῖς· καὶ ἅμα μὲν ἀπῄεσαν εἰς Ἀλεξάνδρειαν.
Ἐπέπυστο δὲ ἡ Πολυΐδου γυνὴ ὅτι ἄγει κόρην ἐρωμένην, καὶ φοβηθεῖσα μή πως αὐτὴν ἡ ξένη παρευδοκιμήσῃ, Πολυΐδῳ μὲν οὐδὲν λέγει, ἐβουλεύετο δὲ καθʼ αὑτὴν ὅπως τιμωρήσεται τὴν δοκοῦσαν ἐπιβουλεύειν τοῖς γάμοις.
Καὶ δὴ ὁ μὲν Πολύιδος ἀπήγγελλέ τε τῷ ἄρχοντι τῆς Αἰγύπτου τὰ γενόμενα καὶ τὰ λοιπὰ ἐπὶ τοῦ στρατοπέδου διῴκει τὰ τῆς ἀρχῆς· ἀπόντος δὲ αὐτοῦ Ῥηναία (τοῦτο γὰρ ἐκαλεῖτο ἡ τοῦ Πολυΐδου γυνὴ) μεταπέμπεται τὴν Ἄνθειαν (ἦν δὲ ἐπὶ τῆς οἰκίας) καὶ περιρρήγνυσι τὴν ἐσθῆτα καὶ αἰκίζεται τὸ σῶμα
ὦ πονηρὰ λέγουσα καὶ τῶν γάμων τῶν ἐμῶν ἐπίβουλε, ματαίως ἔδοξας Πολυΐδῳ καλή, οὐ γάρ σε ὀνήσει τὸ κάλλος τοῦτο. Ἴσως μὲν γὰρ πείθειν λῃστὰς ἐδύνασο καὶ συγκαθεύδειν νεανίσκοις
μεθύουσι πολλοῖς· τὴν δὲ Ῥηναίας εὐνὴν οὔποτε ὑβριεῖς χαίρουσα.Ταῦτα εἰποῦσα ἀπέκειρε τὴν κόμην αὐτῆς καὶ δεσμὰ περιτίθησι καὶ παραδοῦσα οἰκέτῃ τινὶ πιστῷ, Κλυτῷ τοὔνομα, κελεύει ἐμβιβάσαντα εἰς ναῦν, ἀπαγαγόντα εἰς Ἰταλίαν ἀποδόσθαι πορνοβοσκῷ τὴν Ἄνθειαν. Οὕτω γὰρ ἔφη δυνήσῃ ἡ καλὴ τῆς ἀκρασίας κόρον λαβεῖν.
Ἤγετο δὲ ἡ Ἄνθεια ὑπὸ τοῦ Κλυτοῦ κλάουσα καὶ ὀδυρομένη ὦ κάλλος ἐπίβουλον λέγουσα, ὦ δυστυχὴς εὐμορφία, τί μοι παραμένετε ἐνοχλοῦντα; τί δὲ αἴτια πολλῶν κακῶν μοι γίνεσθε; οὐκ ἤρκουν οἱ τάφοι, οἱ φόνοι, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλʼ ἤδη καὶ ἐπὶ οἰκήματος στήσομαι καὶ τὴν μέχρι νῦν Ἁβροκόμῃ τηρουμένην σωφροσύνην πορνοβοσκὸς ἀναγκάσει με λύειν;