Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἔρχονται δὴ καὶ εἰς Κοπτόν, ἔνθα ἦν Ἄνθεια μετὰ Ἀμφινόμου. Καὶ αὐτὴ μὲν ἔτυχεν ἐπὶ τῆς οἰκίας, τὸν δὲ Ἀμφίνομον γνωρίζουσιν οἱ τῶν λῃστῶν εἰλημμένοι καὶ λέγουσι τῷ Πολυΐδῳ· καὶ Ἀμφίνομος λαμβάνεται καὶ ἀνακρινόμενος τὰ περὶ τὴν Ἄνθειαν διηγεῖται.

Ὁ δὲ ἀκούσας κελεύει καὶ αὐτὴν ἄγεσθαι καὶ ἐλθούσης ἀνεπυνθάνετο ἥτις εἴη καὶ πόθεν· ἡ δὲ τῶν μὲν ἀληθῶν οὐδὲν λέγει, ὅτι δὲ Αἰγυπτία εἴη καὶ ὑπὸ τῶν λῃστῶν εἴληπτο.